# Adversus mathematicos 271

Sextus Empiricus, Adversus mathematicos, ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/271

τὸ δʼ ὅτι συχνὰς δίδωσιν ἧ ποιητικὴ ἀφορμὰς πρὸς εὐδαιμονίαν δῆλον ἐκ τοῦ τὴν ὄντως κρατίστην καὶ ἧἧθοποιὸν φιλοσοφίαν ἀπὸ τῆς παρὰ τοῖς ποιηταῖς γνωμολογίας τὴν ἀρχὴν ἐρριζῶ- σθαι, καὶ διὰ τοῦτο τοὺς φιλοσόφους, εἴ ποτε παραινε- τικῶς τι λέγοιεν, ταῖς ποιητικαῖς φωναῖς ὧσπερεὶ σφρα- γίζεσθαι τὸ ὑπʼ αὐτῶν λεγόμενον. καὶ ὁ μὲν ἐπʼ ἀρετὴν παρακαλῶν φησὶν (Euripid. fr. 734 Nauck2) ἀρετὴ δὲ κἂν θάνῃ τις οὐκ ἀπόλλυται ὁ δέ φιλαργυρίαν φεύγειν ἐγκελευόμενος προφέρεται τὸ (Eur. fr. 20 Nauck) μὴ Πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν, δν χὡ κάκιστος ῥαδίως ἐκτήσατο· ὁ δέ αὐτάρκειαν ὑπαγορεύων συμπιστοῦται τὸ δόγμα ἐκ τοῦ τὸν Εὐριπίδην λέγειν (fr. 892 Nauck ) τί γὰρ δέει βροτοῖσι πλὴν δυοῖν μόνον, Δήμητρος ἀκτῆς πώματός θʼ ὑδρηχόου, θ δὴ πάρεστι καὶ πέφυχʼ ἡμᾶς τρέφειν;

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
