# Adversus mathematicos 275-277

Sextus Empiricus, Adversus mathematicos, 275 to 277. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/275

ἔχοι δʼ ἄν τινα, φασίν, ἐξαμιρέτως καὶ ταῖς τῶν μανθανόντων αὐτὴν πατρίσιν ἀναγκαῖα. Δε- βεδίων γοῦν διαφερομένων πρὸς τοὺς ἀστυγείτονας περὶ Καμανδωδοῦ ὁ [γραμματικὸς] τὸ ἰππωνἀκτειον παραθέ- μενος ἐνίκα (fr. 74 DielR) μηδέ μοι μῦ λαλεῖν Δεβεδίην ἰσχάδʼ ἐκ Καμανδωδοῦ. ὁμιλητικούς τε παρεχομένη τοὺς προσέχοντας αὐτῇ εὐθύς καὶ ταύτῃ [καὶ] τοῖς πέλας κατὰ πολλὰς περιστάσεις ὀνη- σιφόρος γίνεται. πάρεστι δέ τὸ λεγόμενον σκοπεῖν ἐξ αὐτῶν τῶν ἀποτελεσμάτων. Σώστρατος γάρ, ὡς φασιν, ἀποσταλεὶς ὑπὸ Πτολεμαίου πρὸς τὸν ντίγονον βασιλι- κῆς τινὸς ἕνεκα χρείας, κἀκείνου εἰκαιότερον ἀποκρινομέ- νου, ἐπέτυχεν εἰπὼν (Hom 201) οὕτω δὴ κέλεαι, γιμιήοχε κυανοχαῖτα; τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε; ἢ τι μεταστρέψεις ; στρεπταὶ μέν τε φρένες ἐσθλῶν. ταῦτα γὰρ ἀκούσας λντίγονος μετεβάλλετο. Πολλῶν δὴ τοιούτων λεγομένων εἰς τὸ χρησμώτατον εἶναι τὸ τῆς γραμματικῆς μέρος τὸ περὶ ποιητὰς καὶ συγ- γραφεῖς καταγιγνόμενον, δείγματος χάριν τοῖς ἐκκειμένοις ἀρκεσθέντες λέγωμεν πρὸς ἕκαστον αὐτῶν. τὸ τοίνυν βιω- φελῆ εἶναι τὴν ποιητικὴν γνωμολογίαν καὶ φιλοσοφίας ἀρχήν, ταύτης δὲ ἀποδοτικὴν ὑπάρχειν τὴν γραμματικήν, ὄντως γραμματικόν ἐστιν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
