# Adversus mathematicos 276-281

Sextus Empiricus, Adversus mathematicos, 276 to 281. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/276

καίτοι τινὲς τῶν συνετῶν εἶναι δοκούντων κατὰ τὴν δογματικὴν αἵρεσιν πρὸς τοῦτο ὑπαντῶντες φασὶν ὅτι ἕκαστον μὲν τῶν κατηριθμημένων οὐκ ἔστιν ἄνθρωπος, πάντα δὲ εἰς τὸ αὐτὸ συναχθέντα ποιεῖ τοῦτον, οἷόν τι καὶ ἐπὶ μερῶν καὶ ὅλου θεωροῦμεν γινόμενον· ὧς γὰρ χεὶρ κατ’ ἰδίαν οὐκ ἔστιν ἄνθρωπος, οὐδὲ κεφαλή, οὐδὲ πούς, οὐδὲ ἄλλο τι τῶν τοιούτων, ἀλλὰ τὸ ἐξ αὐτῶν σύνθετον ὅλον νοεῖται, οὕτω καὶ ὁ ἄνθρωπος οὔτε ζῷόν ἐστι ψιλῶς οὔτε λογικὸν κατ’ ἰδίαν οὔτε θνητὸν κατὰ περιγραφήν, ἀλλὰ τὸ ἐξ ἁπάντων ἄθροισμα, τουτέστι ζῷον ἅμα καὶ θνητὸν καὶ λογικόν. πρόχειρος δ’ ἐστὶ καὶ <ἡ> πρὸς τοῦτο ὑπάντησις. πρῶτον μὲν γὰρ εἰ κατ’ ἰδίαν ἕκαστον οὐκ ἔστι ταῦτα ἄνθρωπος, δύναται εἰς ταὐτὸ συναχθέντα ἄνθρωπον ποιεῖν, μήτε πλεονάσαντα παρὸ ἔστι, μήτε ἐλλιπόντα παρὸ ὑπόκειται, μήτε ἄλλως πως τραπέντα; εἶτ’ οὐδὲ τὴν ἀρχὴν δύναται εἰς ταὐτὸ πάντα συνδραμεῖν, ἴνα καὶ τὸ ἐξ ἁπάντων ἄνθρωπος γένηται. τὸ γοῦν θνητὸν εὐθέως, ὅτ’ ἐσμὲν ἄνθρωποι, οὐ συμβέβηκεν ἡμῖν, ἀλλὰ κατὰ συμμνημόνευσιν λαμβάνεται. θεωροῦντες γὰρ Δίωνα καὶ Θέωνα καὶ Σωκράτη καὶ κοινῶς τοὺς κατὰ μέρος ἡμῖν ὁμοίους τετελευτηκέναι λογιζόμεθα ὅτι καὶ ἡμεῖς ἐσμεν θνητοί, καὶ μηδέπω τοῦ θανεῖν παρόντος ἡμῖν· ζῶμεν γὰρ δήπουθεν. καὶ μὴν τὸ λογίζεσθαι ὁτὲ μὲν πάρεστιν ἡμῖν, ὁτὲ δὲ οὐ πάρεστι, καὶ τὸ ἐπιστήμην ἔχειν πάλιν οὐ τῶν διὰ παντὸς συμβεβηκότων τῷ ἀνθρώπῳ καθέστηκεν, ὡς ἤδη παρεστήσαμεν. λεκτέον οὖν μηδὲ τὴν κοινὴν τούτων σύνοδον ἄνθρωπον εἶναι. Πλάτων’ ([Plato] Def. p. 415 a) δὲ χεῖρον παρὰ τοὺς ἄλλους ὁρίζεται τὸν ἄνθρωπον, λέγων “ἄνθρωπός ἐστι ζῷον ἄπτερον δίπουν πλατυώνυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν.” ὅθεν καὶ προῦπτά ἐστι τὰ ὀφείλοντα πρὸς αὐτὸν λέγεσθαι. πάλιν γὰρ οὐ τὸν ἄνθρωπον ἐκτέθειται, ἀλλὰ τὰ συμβεβηκότα καὶ ἀποσυμβεβηκότα τούτῳ κατηρίθμηται·

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
