# Adversus mathematicos 279-3-282

Sextus Empiricus, Adversus mathematicos, 279 to 282. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/279-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/279-3
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:279-3-282

κατὰ ἀφαίρεσιν μὲν οἷον τὰ φθίνοντα, κατὰ πρόσθεσιν δὲ οἷον τὰ αὐξόμενα, κατὰ τροπὴν δὲ ὡς τὰ ἐξ ὑγείας εἰς νόσον μεταπίπτοντα. ἐὰν οὖν δειχθῇ, ὅτι οὐδὲν οὐδενὸς ἀφαιρεῖται, καὶ ὅτι οὐδὲν οὐδενὶ προστίθεται, καὶ ὅτι οὐδὲν ἀπ’ οὐδενὸς μετατίθεται, αὐτόθεν ἔσται κατεσκευασμένον τὸ μηδὲν εἷναι τὸ πάσχον. λέγωμεν δὲ ἐν πρώτοις περὶ τοῦ κατὰ ἀφαίρεσιν τρόπου. Εἰ γὰρ ἀφαιρεῖταί τι ἀπό τινος, ἤτοι σῶμα ἀπὸ σώματος ἀφαιρεῖται ἢ ἀσώματον ἀπὸ ἀσωμάτου ἢ σῶμα ἀπὸ ἀσωμάτου ἢ ἀσώματον ἀπὸ σώματος· οὔτε δὲ σῶμα ἀπὸ σώματος ἀφαιρεῖται, ὧς δείξομεν, οὔτε ἀσώματον ἀπὸ ἀσωμάτου, καθὼς παραστήσομεν, οὔτε σῶμα ἀπὸ ἀσωμάτου ἢ ἀσώματον ἀπὸ σώματος, ὧς καταστησόμεθα· οὐκ ἄρα ἀφαιρεῖταί τι τινός. ἀσώματον μὲν οὖν ἀπὸ ἀσωμάτου ἀφαιρεθῆναι τῶν ἀδυνάτων ἐστίν· τὸ γὰρ ἀφαιρούμενον ἀπό τινος οὐκ ἔστιν ἀθιγές, τὸ δὲ ἀσώματον ἀθιγὲς ὂν οὐ παρέχει αὑτὸ πρὸς ἀφαίρεσιν καὶ χωρισμόν. ἔνθεν καὶ ματαιάζουσιν οἱ μαθηματικοί, ὅταν λέγωσι τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν. ἡ γὰρ ἡμῖν ἐπὶ τοῦ ἄβακος δεικνυμένη εὐθεία αἰσθητὸν ἔχει μῆκος καὶ πλάτος, ἡ δὲ ὐπ’ αὐτῶν νοουμένη εὐθεῖα γραμμὴ μῆκός ἐστιν ἀπλατές. καὶ ἡ ἐπὶ τοῦ ἄβακος δεικνυμένη οὐκ ἂν εἴη γραμμή, καὶ οἱ ἐπιβαλλόμενοι ταύτην τέμνειν οὐ τὴν οὖσαν γραμμὴν ἀλλὰ τὴν μὴ οὖσαν τέμνουσιν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
