# Adversus mathematicos 279

Sextus Empiricus, Adversus mathematicos, ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/279

εἶτα φψάῖσις μόνον ἐστὶν ἡ γνώμη, καθάπερ τὸ τοιοῦτο (Eurip. fr. 200 Nauck), σοφὸν γὰρ ἕν βούλευμα τὰς πολλὰς χέρας νικᾷ, σὺν ὄχλῳ δʼ ἀμαθία πλεῖστον κακόν φάσει δὲ οὐ πείθεται ὁ νοῦς περὶ τοῦ καλῶς εἰρῆσθαι ἤ μὴ [εἰρῆσθαι], ἀλλʼ ἀποδείξεων δεῖται. αἱ δέ ἀποδείξεις τῶν καθηκόντως λεγομένων ἢ μὴ οὐ γραμματικῆς εἰσιν ἀλλὰ φιλοσοφίας· τοίνυν καὶ ταύτῃ περισσὴν καὶ μα- ταίαν συμβέβηκεν εἰναι τὴν γραμματικήν. καὶ μὴν εἴπερ διὰ τὸ πολλὰ καλῶς εἰρῆσθαι τοῖς ποιηταῖς καὶ βιωφελῶς χρησίμη ἐστὶν ἡ προqῆτις γραμματικὴ αὐτῶν, ἐπεὶ πολ- λαπλασίονα τούτων διαστρόφως καὶ ἐπὶ λύμῃ τοῦ βίου παρʼ αὐτοῖς ἐξενήνεκται, ἄχρηστος γενήσεται. καθὰ γὰρ ἔστι τις ὁ εἰπὼν (Eurip. fr. 20 Nauck) μὴ Πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν, ὅν χώ κάκιστος ῥαδίως ἐκτήσατο, οὕτως ἔστι καὶ ὁ τοὐναντίον ἀποφαινόμενος (id. fr, 324 Nauck)· ὧ χρυσὲ δεξίωμα κάλλιστον βροτοῖς, ὡς οὔτε μήτηρ ἡδονὰς τοίας ἔχει, οὐ παῖδες ἀνθρώποισιν, οὐ φίλος πατήρ, οἵας σὺ χοὶ σὲ δώμασιν κεκτημένοι. καὶ πάλιν εὖ πρᾶσσε τὰ φίλων δʼ οὐδὲν ἤν τις δυστυχῇ. καὶ (adesp. fr. 464 Xauck) κάλλιστα μουσῶν φθέγγεται πλουτῶν ἀνήρ.|

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
