# Adversus mathematicos 28

Sextus Empiricus, Adversus mathematicos, ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/28

πᾶν γὰρ καὶ ὁποῖον ἄν τις ἀσώματον λέγῃ διδάσκεσθαι, ἐάν τε τὴν Πλατωνικὴν ἰδέαν, ἐάν τε τὸ παρὰ τοῖς Στωικοῖς λεκτόν, ἐάν τε τόπον ἢ κενὸν ἢ χρόνον ἢ ἄλλο τι τῶν τοιούτων, ἵνα μηδὲν προπετές περὶ τῆς ὑποστάσεως αὐτῶν λέγωμεν, μηδʼ ἑτέρας σκέψεις ἐν ἑτέραις διεξοδεύωμεν παριστάντες τὸ ἀνυπόστατον ἑκάστου, [ὃ] προδήλως μέν ἐπιζητεῖται καὶ (Homeri vita Ηerodotea § 11) ἔς τʼ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ ζητήσεται παρὰ τοῖς δογματικοῖς, τῶν μέν εἶναι ταῦτα διαβεβαιουμένων, τῶν δὲ μὴ εἶναι, τῶν δὲ ἐπεχόντων· τὸ δὲ τὰ ἔτι ἐπίδικα καὶ ἐν μετεώροις ἀμφισβητήσεσι κεί- μενα | ὡς σύμφωrα καὶ ὁμόλογα διδάσκεσθαι λέγειν τῶν ἀτόπων ἐστίν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
