# Adversus mathematicos 281-2

Sextus Empiricus, Adversus mathematicos, <ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/281-2

Τινὲς δὲ καὶ οὕτω συνερωτῶσιν· “ εἰ ἔστι τι σημεῖον, ἔστι σημεῖον· εἰ μὴ ἔστι σημεῖον, ἔστι σημεῖον. ἤτοι δ’ οὐδέν ἐστι σημεῖον ἢ ἔστιν· ἔστιν ἄρα”. ὁ μὲν λόγος τοιοῦτος, τούτου δὲ τὸ μὲν πρῶτον λῆμμα ὑγιὲς εἶναί φασιν· ἦν γὰρ διαφορούμενον, καὶ τῷ εἷναι σημεῖον ἀκολουθεῖ τὸ εἶναι σημεῖον, παρόσον εἰ ἔστι τὸ πρῶτον, ἔσται καὶ τὸ δεύτερον, μηδενὶ διαφέρον τοῦ πρώτου [τὸ δεύτερον]. καὶ τὸ “ εἰ μὴ ἔστι σημεῖον, ἔστι σημεῖον” καὶ αὐτὸ ἢν ὑγιές· τῷ γὰρ λέγοντι μὴ εἶναι σημεῖον ἀκολουθεῖ λέγειν εἶναί τι σημεῖον. εἰ γὰρ μηδὲν ἔστι σημεῖον, αὐτοῦ τοῦ μηδὲν εἶναι σημεῖον ἔσται τι σημεῖον. καὶ εἰκότως· ὁ γὰρ λέγων μὴ εἶναί τι σημεῖον ἤτοι φάσει μόνον τοῦτ’ ἀξιοῖ ἢ ἀποδείξει. καὶ φάσει μὲν ἀξιῶν φάσιν ἕξει, τὴν ἀντιτιθεμένην·

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
