# Adversus mathematicos 285-2-290

Sextus Empiricus, Adversus mathematicos, 285 to 290. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/285-2

ἀλλ’ εἰ μὲν ὅλος δι’ ὅλου ὁ ἄνθρωπος ἑαυτὸν ζητοίη καὶ σὺν τούτῳ νοοῖτο (σὺν τῷ δι’ ὅλου ἑαυτὸν νοεῖν), οὐδὲν ἔτι ἔσται τὸ καταλαμβανόμενον, ὅπερ ἄτοπον. εἰ δὲ ὅλος εἴη τὸ ζητούμενον καὶ σὺν τούτῳ νοοῖτο ὅλος (σὺν τῷ ζητεῖσθαι), πάλιν οὐδὲν ἀπολειφθήσεται τὸ ζητοῦν καὶ τὸ τὴν κατάληψιν ποιησόμενον. καὶ μὴν οὐδὲ δυνατόν ἐστι παρὰ μέρος ὁτὲ μὲν ὅλον ὑποκεῖσθαι τὸ ζητοῦν, ὁτὲ δὲ ὅλον τὸ ζητούμενον. ὅτε γὰρ ὅλος ὑπόκειται ζητῶν καὶ σὺν τούτῳ νοεῖται ὅλος (σὺν τῷ ζητεῖν ὅλος), οὐδὲν ἀπολειφθήσεται ὃ ζητήσει· καὶ ἀνάπαλιν, ὅτε ὅλος δι’ ὅλου ἐστὶ τὸ ζητούμενον, οὐκ ἔσται τὸ ζητοῦν. λείπεται ἄρα μὴ ὅλον αὐτὸν ἑαυτῷ ἐπιβάλλειν, ἀλλὰ μέρει τινὶ τὴν ἑαυτοῦ κατάληψιν ποιεῖσθαι. ὃ πάλιν ἐστὶ τῶν ἀπόρων. ὁ γὰρ ἄνθρωπος οὐδέν ἐστι παρὰ τὸν ὄγκον καὶ τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν, ὅθεν εἰ μέλλει τινὶ μέρει ἑαυτὸν καταλαμβάνεσθαι, ἤτοι τῷ σώὅτι ματι τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν γνωριεῖ, ἢ ἐναλλὰξ ταῖς αἰσθήσεσι καὶ τῇ διανοίᾳ τὸ σῶμα καταλήψεται. τῷ μὲν οὖν σώματι οὐχ οἷόν τέ ἐστι τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν γνωρίζειν· ἄλογον γάρ ἐστι τοῦτο καὶ κωφὸν τὴν ἀφυὲς πρὸς τὰς τοιουτοτρόπους ζητήσεις. ἄλλως τε, εἰ τὸ σῶμα τῶν αἰσθήσεων καὶ τῆς διανοίας ἀντιληπτικόν ἐστιν, ὀφείλει τὸ] ταύτας καταλαμβάνον ὁμοιοῦσθαι ταύταις, τουτέστιν ὁμοίως διατίθεσθαι καὶ αἴσθησίς τε καὶ διάνοια γίνεσθαι. ὁράσεως γὰρ ἀντιλαμβανόμενον, καθὸ ὁρᾷ, ὅρασις ἔσται, καὶ γεύσεως γευομένης καταληπτικὸν ὑπάρχον γεῦσις γενήσεται, καὶ ἐπὶ τῶν ἄλλων τὸ ἀνάλογον. καθὰ γὰρ τὸ θερμοῦ ἀντιλαμβανόμενον ὧς θερμοῦ θερμαινόμενον ἀντιλαμβάνεται, θερμαινόμενον δὲ εὐθύς ἐστι θερμόν, καὶ ὡς τὸ ψυχροῦ γνῶσιν ποιούμενον ὧς ψυχροῦ ψυχόμενον εὐθέως ἐστὶ ψυχρόν, οὕτω καὶ ὁ σάρκινος ὄγκος εἰ ἀντιλαμβάνεται τῶν αἰσθήσεων ὧς αἰσθήσεων, αἰσθάνεται, αἰσθανόμενος δὲ πάντως αἴσθησις γενήσεται,

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
