# Adversus mathematicos 29-3-34

Sextus Empiricus, Adversus mathematicos, 29 to 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/29-3

Ἀλλʼ ὁ μὲν πρὸς τὰ ἐγκεχειρημένα λόγος ἐστὶ τοιοῦτος· προηγουμένως δέ λέγεται [καὶ] κατὰ μουσικῆς ὡς εἴπερ ἐστὶ χρειώδης, ἤτοι κατὰ τοῦτο λέγεται χρειοῦν παρόσον 〈ὁ〉 μουσικευσάμενος πλεῖον παρὰ τοὺς ἰδιώτας τέρπεται πρὸς μουσικῶν ἀκροαμάτων, ἢ παρόσον οὐκ ἔστιν ἀγα- θούς γενέσθαι μὴ προπαιδευθέντας ὑπʼ αὐτῶν, ἢ τῷ τὰ αὐτὰ στοιχεῖα τυγχάνειν τῆς μουσικῆς καὶ 〈τῆς〉 τῶν κατὰ φιλοσοφίαν πραγμάτων εἰδήσεως, ὁποῖόν τι καὶ περὶ γραμ- ματικῆς ἀνώτερον (M I 300?) ἐλέγομεν· ἢ τῷ κατὰ ἁρμο- νίαν διοικεῖσθαι τὸν κόσμον, καθὼς φάσκουσι Πυθαγο- ρικῶν παῖδες, δέεσθαί τε ἡμᾶς τῶν μουσικῶν θεωρημά- των πρὸς τὴν τῶν ὅλων εἴδησιν, ἢ τῷ τὰ ποιὰ μέλη ἠθοποιεῖν τὴν ψυχήν. οὔτε δὲ τῷ τοὺς μουσικοὺς πλέον τέρπεσθαι παρὰ τοὺς ἰδιώτας ἀπὸ τῶν ἀκροαμάτων λέ- γοιτ᾿ ἂν χρειοῦν ἡ μουσική. πρῶτον μέν γὰρ οὐκ ἀναγ- καία ἰδιώταις ἡ τέρψις καθάπερ αἱ ἐπὶ λιμῷ ἢ δέψει ἢ κρύει γινόμεναι ὑπὸ πόματος ἢ ἀλέας· εἶτα κἂν τῶν ἀναγκαίων ὑπάρχωσι, δυνάμεθα χωρὶς μουσικῆς ἐμπει- ρίας αὐτῶν ἀπολαύειν. νήπια γοῦν ἐμμελοῦς μινυρίσματος κατακούοντα κοιμίζεται, καὶ τὰ ἄλογα τῶν ζῴων ὑπὸ αὐλοῦ καὶ σύριγγος κη |λεῖται, οἵ τε δελφῖνες, ὡς λόγος, αὐλῶν μελῳδίαις τερπόμενοι προσνήχονται τοῖς ἐρεσσο- μένοις σκάφεσιν ὧν οὐδὲ ὁπότερον ἔοικε μουσικῆς ἔχειν ἐμπειρίαν ἢ ἔννοιαν. καὶ διὰ τοῦτο μή ποτε, ὃν τρόπον χωρὶς ἀψαρτυτικῆς καὶ οἰνογευστικῆς ἡδόμεθα ὄψου ἢ οἴνου γευσάμενοι, ὧδε καὶ χωρὶς μουσικῆς ἡσθείημεν ἂν τερπνοῦ μέλους ἀκούσαντες, τοῦ μὲν ὅτι τεχνικῶς γίνεται 〈τοῦ τεχνίτου〉 μᾶλλον παρὰ τὸν ἰδιώτην ἀντιλαμβανομέ- νου, τοῦ δέ ἡστικοῦ πάθους μηδὲν πλείω κερδαίνοντος. ὥστε οὐχ αἱρετὸν μουσικὴ παρόσον τοὺς εἰδήμονας αὐτῆς ἐπὶ πλεῖον τέρπεσθαι συμβέβηκεν. καὶ μὴν οὐδὲ τῷ προ- οδοποιεῖν τὴν ψυχὴν εἰς σοφίαν· ἀνάπαλιν γὰρ ἀντικόπτει καὶ ἀντιβαίνει πρὸς τὸ τῆς ἀρετῆς ἐφίεσθαι, εὐαγώγους εἰς ἀκολασίαν καὶ λαγνείαν παρασκευάζουσα τοὺς νέους,

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
