# Adversus mathematicos 294-298

Sextus Empiricus, Adversus mathematicos, 294 to 298. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/294

εἶτα ἄλλο μέν ἐστι τό πόλει χρήσιμον, ἄλλο δὲ τὸ ἡμῖν αὐτοῖς. σκυτοτομικὴ γοῦν καὶ χαλκευτικὴ πόλει μέν ἐστιν ἀναγκαῖον, ἡμῖν δὲ χαλκεῦσι γενέσθαι καὶ σκυτοτόμοις πρὸς εὐδαιμονίαν οὐκ ἀναγκαῖον. διόπερ καὶ ἡ γραμματικὴ οὐκ ἐπεὶ πόλει χρη- σίμη καθέστηκεν, ἐξ ἀνάγκης καὶ ἡμῖν ἐστιν [ἡ] τοιαύτη. ἡ μέν γὰρ ὁμιλητικὴ οὐκ ἀπὸ γραμματικῆς περιγίνεσθαι πέφυκεν, ἀλλʼ ἀπὸ κοινῆς τινος ἐντρεχείας, εἰ μή τι καὶ Δημάδης ὁ ῥήτωρ γραμματικὸς ἦν, πολλοῖς τῶν Ἀθη- ναίων μετὰ τὴν ἐν Μαιρωνείᾳ ἧτταν συναιχμαλωτισθεὶς καὶ εἰπὧν πρὸς τὸν φἰλιππον ἀναγκάζοντα εὐωχεῖσθαι (Hom. κ 383) τίς γάρ κεν ἀνήρ, ὅς ἐναίσιμος εἴη, πρὶν τλαίη πάσασθαι ἐδητύος ἠδὲ ποτῆτος, πρὶν λῦσαί θʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι; Παῦτα μέν οὖν πρὸς τὰς τῶν γραμματικῶν ἐπιχειρή- σεις λεγέσθω· προηγουμένως δέ ῥητέον ὡς εἰ μὲν μόνοι ἧκαν οἱ ποιηταὶ βιωφελεῖς, τάχα ἄν ἡ γραμματικὴ βιω- φελὴς ἐγίνετο περὶ τούτους πονουμένη, ωῦν δὲ ἐπεὶ οὗτοι μὲν ἢ ἀνωφελεῖς εἰσιν ἢ ὀλιγωφελεῖς, φιλόσοφοι δὲ καὶ οἱ λοιποὶ συγγραφεῖς διδάσκουσι τὰ ὧφέλιμα τῶν πραγ- μάτων, οὐ δεόμεθα γραμματικῆς. καὶ ὅτι οἱ συγγραφεῖς μᾶλλον ἢ οἱ ποιηταὶ τὰ χρήσιμα τῷ βίῳ δηλοῦσιν, εὐεπι- λόγιστον. οἱ μέν γὰρ τοῦ ἀληθοῦς στοχάζονται, οἱ δέ ἐκ παντὸς ψυχαγωγεῖν ἐθέλουσιν, ψυχαγωγεῖ δὲ μᾶλλον τὸ ψεῦδος ἢ τἀληθές. τοίνυν ἐκείνοις 〈μᾶλλον〉 ἢ τούτοις προσεκτέον τοῖς ἐπίτηδες τὸ ψεῦδος μεταδιώκουσιν. καθ- όλου τε, ὅσον ἐπὶ τοῖς ποιηταῖς, οὐχ οἷον ἀνωφελὴς τῷ βίῳ ἀλλὰ καὶ βλαβερωτάτη. ἐπιτείχισμα γὰρ ἀνθρωπί- νων παθῶν ἡ ποιητικὴ καθέστηκεν· καὶ ὡς ( TGV fr. adesp. 364 Nauck) γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει, οὕτως οἱ μέν ἐρωτομανεῖς καὶ μέθυσοι τὰς λκαίου καὶ νακρέοντος ποιήσεις ἀναγνόντες προσεκκαίονται, οἱ δὲ ὀργίλοι Ἡππώνακτα καὶ λρχίλοχον ἀλείπτας ἔχουσι τῆς περὶ αὐτοὺς κακίας.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
