# Adversus mathematicos 300-2

Sextus Empiricus, Adversus mathematicos, <ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/300-2

διόπερ εἰ μηδὲ τῶν συμβεβηκότων τῷ σώματι ἡ ὅρασίς ἐστιν ἀντιληπτική, πολὺ πλέον οὐδ’ αὐτοῦ τοῦ σώματος ἔσται θεωρητική. καὶ μὴν οὐδὲ ἀκοῆς ἐστιν ἔργον τὸ τοιοῦτον ἢ ὀσφρήσεως ἢ γεύσεως ἢ ἁφῆς· ἑκάστη γὰρ τούτων τὸ πρὸς ἑαυτὴν μόνον αἰσθητὸν ἐπίσταται, τὸ δὲ οὐκ ἂν εἴη ὁ ὄγκος. ἡ γὰρ ἀκοὴ φωνῆς μόνον ἐστὶν ἀντιληπτική, φωνὴ δὲ οὐκ ἔστιν ὁ ὄγκος. καὶ ἡ ὄσφρησις εὐώδους μόνον ἢ δυσώδους ἐστὶ κριτήριον· ἀλλ’ οὐθεὶς οὕτως ἐστὶν ἄφρων ὧς τὴν ὑπόστασιν τοῦ περὶ ἡμᾶς σώματος ἐν τοῖς εὐώδεσιν ἢ δυσώδεσιν ἀπολείπειν. τὰ δ’ αὐτὰ λεκτέον καὶ περὶ τῶν ἄλλων αἰσθήσεων, ἵνα μὴ μακρολογῶμεν. ὥστε αὗται μὲν τὸν ὄγκον οὐ καταλαμβάνονται. καὶ μὴν οὐδὲ ἑαυτάς.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
