# Adversus mathematicos 301-2

Sextus Empiricus, Adversus mathematicos, <ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/301-2

τίς γὰρ ὁράσει τὴν ὅρασιν εἶδεν; ἢ τίς ἀκοῇ τῆς ἀκοῆς ἀκήκοεν; τίς δὲ γεύσει ποτὲ τῆς γεύσεως ἐγεύσατο, ἢ <ὀσφρήσει> ὀσφρήσεως ὠσφρήσατο, ἢ ἁφῆς ἔθιγεν ἀφῇ; ταῦτα γὰρ ἀδιανόητα ἦν. τοίνυν εἰ] μηδ’ ἑαυτῶν ἀντιληπτικὰς λεκτέον εἶναι τὰς αἰσθήσεις· οὑτωσὶ δὲ οὐδὲ ἀλλήλων. ὅρασις γὰρ ἀκούουσαν ἀκοὴν οὐ δύναται ὁρᾶν, καὶ ἀνάπαλιν ἀκοὴ ὁρώσης ὁράσεως οὐ πέφυκεν ἀκούειν, καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς τῆς ἐγχειρήσεως τρόπος, ἐπεί τοι κἂν λέγωμεν ὁράσει ληπτὴν εἶναι τὴν ἀκοὴν ὧς ἀκοήν, τουτέστιν ὧς ἀκούουσαν, δώσομεν τὸ ὁμοιοπαθεῖν τὴν ὅρασιν ἐκείνῃ, ὥστε μηκέτι αὐτὴν ὅρασιν εἶναι ἀλλ’ ἀκοήν·

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
