# Adversus mathematicos 303

Sextus Empiricus, Adversus mathematicos, ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/303

ὁ δὲ ἀπὸ φυσικῆς ὁρμώμενος θεωρίας, σαφῶς γινώσκων ὅτι ἀρχαῖον ὅλως τὸ δόγμμια ἐστί, τοῖς ὁμοίοις τὰ ὅμοια γιγνώσκεσθαι, ὅπερ ἀπὸ Πυ- θαγόρου δοκοῦν κατεληλυθέναι κεῖtπτμι μέν καὶ παρὰ Πλά- τωνι ἐν τῷ Τιμαίῳ (35 A et 45 B), εἴρηται δέ πολὺ πρό- τερον ὑπʼ αὐτοῦ Ἡμπεδοκλέους (B 109 Diels) γαίῃ μέν γὰρ γαῖαν ὀπώπαμεν, ῦδατι δʼ ὕδωρ, ἠέρι δʼ ἠέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον, στοργὴν δέ στοργῇ, νεῖκος δέ τε νείκεῖ λυγρῷ, συνήσει ὅτι ὁ Ἐμιπεδοκλῆς θεὸν ἑαυτὸν προσηγόρευσεν, ἐπεὶ μόνος καθαρὸν ἀπὸ κακίας τηρήσας τὸν νοῦν καὶ ἀνεπιθόλωτον τῷ ἐν ἑαυτῷ θεῷ τὸν ἐκτὸς θεὸν κατεί- ληφεν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
