# Adversus mathematicos 305-2

Sextus Empiricus, Adversus mathematicos, <ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/305-2

καὶ μὴν οὐδὲ τὰς αἰσθήσεις δύναται κατὰ τὸν αὐτὸν τρόπον διαγινώσκειν. ὧς γὰρ τὸ σῶμα οὐ δύναται καταλαβεῖν τῷ αὐτὴ μὲν λογικῆς μετέχειν δυνάμεως ἐκεῖνο δὲ ἄλογον εἶναι, οὕτω πάλιν ἀδυνατήσει τἀς αἰσθήσεις καταλαμβάνεσθαι, ἐπείπερ ἐπείπερ εἰσιν καὶ διὰ τοῦτο ἀλόγως τὸ καταλαμβανόμενον αὐτὰς ἐκίνουν. εἶτα τὰς αἰσθήσεις λαμβάνουσα πάντως αὐτὴ αἴσθησις ἔσται. ἴνα γὰρ τἀς αἰσθήσεις ὧς αἰσθήσεις λάβῃ, τουτέστιν αἰσθανομένας, καὶ αὐτὴ γενήσεται ὁμοιοειδὴς ἐκείναις· τὴν γὰρ ὅρασιν ὁρῶσαν καταλαμβανομένη πολύ πρότερον ὅρασις γενήσεται, καὶ τὴν ἀκοὴν ἀκούουσαν κρίνουσα οὐχ ἑτέρα γενήσεται τῆς ἀκοῆς. ὁ δὲ αὐτὸς καὶ ἐπὶ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς ἐστι λόγος.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
