# Adversus mathematicos 306-310

Sextus Empiricus, Adversus mathematicos, 306 to 310. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/306

τὸ δέ οὐχ οὕτως ἔχειν φαίνεται τῷ φιλο- σοφώτερον ἐπιβάλλοντι, ἀλλʼ ἡλίου τρόπον ἐπέχειν φησὶ τὸν Πύρρωνα καθόσον 〈ὡς〉 ὁ θεὸς τὰς τῶν ἀκριβῶς εἰς αὐτὸν ἀτενιζόντων ὄψεις ἀμαυροῖ, οὕτω καὶ ὁ σκεπτικὸς λόγος τὸ τῆς διανοίας ὄμμα τῶν ἐπιμελέστερον αὐτῷ προσεχόντων συγχεῖ, ὥστε ἀκαταληπτεῖν περὶ ἑκάστου τῶν κατὰ δογματικὴν θρασύτητα τιθεμένων. εἰ δέ δεῖ περὶ ἰατρικῆς διεξέρχεσθαι θεωρίας, καὶ παριστν ὡς καὶ ἐπίθετον πολλάκις προσριφὲν ὑπὸ ποιητοῦ βαθὺν ἐμφαίνει καὶ ἐπιστημονικὸν νοῦν, οἷόν ἐστι τὸ βαθύσχοινον λεχε- ποίην’ παρʼ Ὁμήρῳ (Δ 383). σημαίνει γάρ, ὅ μὴ δύναται νοῆσαι γραμματικός, 〈ὅτι〉 παραστατικὸν πρὸς συνουσίαν ἐστὶ τὸ τῆς σχοίνου σπέρμα, λέχος καλοῦντος τοῦ ποιητοῦ τὴν μῖξιν. ἢ τὸ παρὰ τῷ Εὐριπίδῃ ἐπὶ τῇ Αυκομήδους θυγατρὶ Δηιδαμείᾳ λεγόμενον (fr. 682 Nauck) ἡ παῖς νοσεῖ σου κἀπικινδύνως ἔχει πρὸς τοῦ; τίς αὐτὴν πημονὴ δαμάζεται; μῶν κρυμὸς αὐτῆς πλευρὰ γυμνάζει χολῆς; πυνθάνεται γὰρ μή τι πλευριτικὴ γέγονε διὰ τὸ τοὺς πλευριτικοὺς βήσσοντας ὑπόχολον ἀνάγειν. ὧν οὐδὲν οἴδεν ὁ γραμματικός. Καίτοι περιττὸν ἴσως ἐστὶν ἀπὸ τῶν ἀρχαιοτέρων καὶ τάχα ἐπιστημονικῶν δυσωπεῖν τοὺς ἀπὸ τῆς γραμματι- κῆς, ὅτε καὶ τὸ τυχὸν ἐπιγραμμάτιον οὐχ οἷοί τέ εἰσι νοῆσαι, καθάπερ καὶ τὸ ὑπὸ τοῦ Καλλιμάχου εἰς Διόδω- ρον τὸν Κρόνον συγγραφέν (fr. 393, 3 Pfeiffer) ἠνίδε κου κόρακες τεγέων ἔπι ‘κοῖα συνῆπταιʼ κρώζουσιν καὶ ‘κῶς αὖθι γενησόμεθαʼ. ὅτι γὰρ διαλεκτικώτατος ἧν ὁ Κρόνος καὶ ἐδίδασκε πῶς κριτέον ἐστὶ τὸ ὑγιές συνημμένον, ὥστε διὰ τὸ ἐπικρα- τεῖν ἤδη τὴν διδασκαλίαν καὶ τούς ἐπὶ τῶν δωμάτων κό- ρακας ἐκ πολλῆς τῆς κατηχήσεως κράζειν τὴν κατ’ αὐτὸν τοῦ συνημμένου κρίσιν, εἴποι ἄν ὁ γραμματικός, καὶ μέχρι τούτου συνήσει τὸ καὶ παιδίοις γνώριμον·

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
