# Adversus mathematicos 310-2-313

Sextus Empiricus, Adversus mathematicos, 310 to 313. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/310-2

Τούτων δὴ οὕτως ἐχόντων ἡ ἀπόδειξις πρὸ παντὸς ὀφείλει λόγος εἶναι, δεύτερον συνακτικός, τρίτον καὶ ἀληθής, τέταρτον καὶ ἄδηλον ἔχων συμπέρασμα, πέμπτον καὶ ἐκκαλυπτόμενον τοῦτο ἐκ τῆς δυνάμεως τῶν λημμάτων. ὁ γοῦν τοιοῦτος λόγος ἡμέρας οὔσης “ εἰ νὺξ ἔστι, σκότος ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· σκότος ἄρα ἔστιν” συνακτικὸς μὲν καθειστήκει (δοθέντων γὰρ αὐτοῦ τῶν λημμάτων ὑπάρχειν συνάγεται καὶ ἡ ἐπιφορά), οὐκ ἀληθὴς δέ γε ἦν (εἶχε γὰρ ἐν αὑτῷ λῆμμα ψεῦδος τὸ “ νὺξ ἔστιν”)· διόπερ οὐδὲ ἀποδεικτικός ἐστιν. πάλιν ὁ τοιοῦτος ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἡμέρα δ’ ἔστιν· φῶς ἄρα ἔστιν” πρὸς τῷ συνακτικὸς εἶναι καὶ ἀληθής ἐστιν, ἐπείπερ δοθέντων αὐτοῦ τῶν λημμάτων δίδοται καὶ ἡ ἐπιφορά, καὶ δι’ ἀληθῶν ἀληθές τι δείκνυσιν. τοιοῦτος δὲ ὢν πάλιν οὐκ ἔστιν ἀπόδειξις τῷ πρόδηλον ἔχειν τὸ συμπέρασμα τὸ “ φῶς ἔστιν”, ἀλλὰ μὴ ἄδηλον. κατὰ ταὐτὰ δὲ καὶ ὁ οὕτως ἔχων “εἴ τίς σοι θεῶν εἶπεν ὅτι πλουτήσει οὗτος, πλουτήσει οὗτος· οὑτοσὶ δὲ ὁ θεὸς εἶπέ σοι ὅτι πλουτήσει οὗτος· πλουτήσει ἄρα οὗτος” ἄδηλον μὲν ἔχει συμπέρασμα τὸ πλουτήσειν τοῦτον, οὐκ ἔστι δ’ ἀποδεικτικὸς διὰ τὸ μὴ ἐκ τῆς τῶν λημμάτων δυνάμεως ἐκκαλύπτεσθαι, ἀλλ’ ἐκ τῆς τοῦ θεοῦ πίστεως παραδοχῆς τυγχάνειν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
