# Adversus mathematicos 315-2-322

Sextus Empiricus, Adversus mathematicos, <ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>, lines 315-322. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/315-2

ἑ ἐκ τίνος ὕλης ἔστιν ἡ ἀπόδειξις
Τῶν πραγμάτων, ὧς πολλάκις προείπομεν, τὰ μὲν πεπίστευται ἐναργῆ εἶναι τὰ δὲ ἄδηλα, καὶ ἐναργῆ μὲν τὰ ἐκ φαντασίας ἀβουλήτως καὶ ἐκ πάθους λαμβανόμενα, οἶόν ἐστι νῦν τὸ ‘‘ἡμέρα ἔστιν”, τὸ “τοῦτ᾿ ἄνθρωπός ἕκαστον τῶν τοιούτων, ἄδηλα δὲ τὰ μὴ οὕτως ἔχοντα.
καὶ τῶν ἀδήλων, ὥς τινες διαιρούμενοί φασιν, τὰ μέν ἐστι φύσει ἄδηλα, τὰ δ’ ὁμωνύμως τῷ γένει λεγόμενα ἄδηλα. καὶ φύσει μέν ἐστιν ἄδηλα τὰ μήτε πρότερον καταληφθέντα μήτε νῦν καταλαμβανόμενα μήτε αὖθις καταληφθησόμενα, αἰώνιον δὲ ἔχοντα τὴν ἀγνωσίαν, οἷόν ἐστι τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ περισσούς.
διὸ καὶ φύσει ἄδηλα λέγεται, οὐχ ὅτι αὐτὰ φύσιν ἔχει ἄδηλον ὧς πρὸς ἑαυτά, ἐπεὶ μαχόμενόν τι ἐροῦμεν (τουτέστιν ἅμα ἀγνοεῖν αὐτὰ φάσκοντες καὶ τίνα ἔχει φύσιν ὁμολογοῦντες), ἀλλ’ ὅτι τῇ ἡμῶν φύσει ἀδηλεῖται.
ὁμωνύμως δὲ τῷ γένει ἄδηλα προσαγορεύεται ἅπερ κατὰ μὲν τὴν οἰκείαν φύσιν ἀποκέκρυπται, διὰ δὲ σημείων ἢ ἀποδείξεων ἀξιοῦται γνωρίζεσθαι, οἷον τὸ ἄτομα εἶναι στοιχεῖα ἐν ἀπείρῳ φερόμενα κενῷ.
πλὴν τοιαύτης οὔσης ἐν τοῖς πράγμασι διαφορᾶς φαμὲν τὴν ἀπόδειξιν οὔτε πρόδηλον εἶναι (οὐ γὰρ ἐξ ἑαυτῆς καὶ κατηναγκασμένου πάθους ἐγνωρίζετο) οὔτε φύσει ἄδηλον (οὐ γὰρ ἀπήλπισται ἡ κατάληψις αὐτ’ αὐτῆς), ἀλλὰ τῆς λειπομένης τῶν ἀδήλων εἶναι διαφορᾶς, ἅπερ δεδυκυῖαν μὲν καὶ συνεσκιασμένην ἡμῖν ἔχει τὴν φύσιν, τῷ δ’ ἐκ φιλοσοφίας λόγῳ δοκεῖ καταλαμβάνεσθαι.
τοῦτο δὲ οὐ βεβαίως λέγομεν, ἐπεὶ γελοῖον παραχωρήσαντας τὴν ὕπαρξιν ἔτι ἐπιζητεῖν περὶ αὐτῆς, ἀλλ’ ὅτι κατ’ ἐπίνοιαν τοιαύτη τυγχάνει· οὕτω γὰρ ἐκ τῆς τοιαύτης ἐπινοίας καὶ προλήψεως ἀνακύψει ὁ περὶ τῆς ὑπάρξεως λόγος.
ὅτι τοίνυν τῶν ἀδήλων κατὰ τὴν ἐπίνοιάν ἐστιν ἡ ἀπόδειξις καὶ οὐ δύναται δι’ αὑτῆς γνωρίζεσθαι, ἐπιλογιστέον οὕτως. Τὸ μὲν πρόδηλον καὶ ἐναργὲς πάντῃ πρόδηλόν ἐστι καὶ ἐναργές, συμπεφώνηταί τε παρὰ πᾶσι, καὶ οὐδεμίαν διολκὴν ἐπιδέχεται· τὸ δὲ ἄδηλον διαπεφώνηταί τε καὶ εἰς διολκὴν πίπτειν πέφυκεν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
