# Adversus mathematicos 315-320

Sextus Empiricus, Adversus mathematicos, 315 to 320. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/315

ἄλλως τε καὶ ποῦ ἴσασιν ἐνίας τῶν ἐπιστημονικῶν λέξεων οἱ γραμματικοί, καθάπερ τὴν παρὰ λριστοτέλει ἐντελέχειαν ἢ τὸ τί ἦν εἶναι; ἢ ποῦ συνήσουσι τίνα δύ- ναμιν ἔχει παρὰ σκεπτικοῖς ἡ οὐδὲν μᾶλλον’ φωνή, πό- τερον πυσματική ἐστιν ἢ ἀξιωματική, καὶ ἐπὶ τίνος τάσ- σεται, ἀρά γε τοῦ ἐκτὸς ὑποκειμένου ἢ τοῦ περὶ ἡμᾶς πάθους ; τί δέ καὶ ἐροῦσιν ἐκ λέξεών τινων συντεθέντος τινὸς ποιήματος· ἦ γάρ σοι δισσοῖσιν ὑπʼ οὔρεσι διττὸς ἐραστὴς ἔφθιτο καὶ νεάτην μοῖραν ἔθηκε φύσιν. ἄρθρῳ ἐν ἀσπιδόεντι βεβηκότα γυῖα καθʼ όλμοῦ βᾶσα τροχαντήρων ἄχρι περιστρέφεται σμερδαλέα δʼ ὑπένερθεν ἀλώπεκος ἄχρι δοχαίης αἰῶνος χαλαρὰν σύνδρομον ἁρμονίης. τούς γὰρ ἐραστὰς οἴτίνές εἰσι καὶ τὰ ὄρη καὶ τὸ ἀσπιδόεν ἄρθρον καὶ τούς τροχαντῆρας, ἔτι δὲ καὶ τὸν ὅλμον καὶ τὰς ἀλώπεκας δοχαίην τε καὶ αἰῶνα καὶ ἁρμονίαν, μήτε τροπικῶς μήτε κατὰ ἱστορίαν ἀλλὰ κυρίως ἐξενεχθέντα ὀνόματα, κἆν μυριάκις ἐπιστήσωσιν, οὐ συνήσουσιν. Εἰ οὖν μήτε τὰ πράγματα μήτε τὰς λέξεις ἴσασιν, παρὰ δὲ ταῦτα οὐδέν ἐστιν ἡ ποίησις ἢ τὸ σύγγραμμα, οὐκ ἄν ἔχοιεν τέχνην ἐξηγητικὴν τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων. ἄλλως τε καὶ εἰ χρῄζομεν γραμ- ματικῆς, ἐπὶ τῶν ἀρίστων ποιημάτων χρῄζομεν ἀλλʼ οὐ τῶν μοχθηρῶν. ἄριστον δὲ ποίημά ἐστι κατ’ αὐτοὺς τὸ σαφές· ἀρετὴ γὰρ ποιήματος ἡ σαφήνεια, καὶ μοχθηρὸν τὸ ἀσαφές παρὰ γραμματικῇ. οὔτε οὖν ἐπὶ ἀρίστου ἐστὶ ποιήματος χρειώδης διὰ τὸ μὴ δεῖσθαι ἐξηγήσεως σαφές ὄν, οὐτε ἐπὶ τοῦ μοχθηροῦ διὰ τὸ αὐτόθεν εἶναμι μοχθη- ρόν. τό τε ἀνεπικρίτως διαφωνούμενον ἀκατάληπτόν ἐστιν, ἀνεπικρίτως δʼ ἔτι διαφωνοῦσιν ἐν ταῖς ἐξηγήσεσιν οἱ γραμματικοὶ περὶ τῆς τοῦ συγγραφέως διανοίας· ἀκατά- ληπτος ἄρα ἐστὶν ἡ τοῦ συγγραφέως διάνοια, καὶ διὰ τοῦτο ἄχρηστος ἡ γραμματική. Ἀλλὰ γὰρ πρὸς μὲν τούς ἀπὸ τούτου τοῦ μαθήματος ἀναγομένους ἐπὶ τοσοῦτον εἰρήσθω ἀπʼ ἄλλης δέ ἀρχῆς σκεψώμεθα καὶ πρὸς τοὺς ῥήτορας ἅ δεῖ λέγειν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
