# Adversus mathematicos 32-2-37

Sextus Empiricus, Adversus mathematicos, 32 to 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/32-2

μηδενὸς γὰρ ἐπιστατοῦντος νόμου ἕκαστος ἐν χερσὶ τὸ δίκαιον εἶχε, καθὼς (Hesiod. 0p. 277) ἰχθύσι 〈μὲν〉 καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς ἐπιτέτραπται (ibid. 278) ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἔστι μετ’ αὐτοῖς, μέχρις ὅτου ὁ θεὸς οἰκτείρων μογοῦσιν αὐτοῖς θεσμο- φόρους θεὰς ἐξαπέστειλεν, ἃς ἐπὶ τῷ τὴν ἀλληλοφάγον ἀνομίαν καταλῦσαι πλέον ἢ ἐπὶ τῷ καρποῖς ἡμερῶσαι τὸν βίον ἐθαύμασαν ἄνθρωποι. ἐντεῦθεν καὶ οἱ Περ σῶν χα- ρίεντες νόμον ἔχουσι βασιλέως παρʼ αὐτοῖς τελευτήσαν- τος πέντε τὰς ἐφεξῆς ἡμέρας ἀνομίαν ἄγειν, οὐχ ὑπέρ τοῦ δυστυχεῖν ἀλλʼ ὑπὲρ τοῦ ἔργῳ μαθεῖν ἡλίκον κακόν ἐστιν ἡ ἀνομία, σφαγὰς καὶ ἁρπαγὰς καὶ εἴ τι χεῖρόν ἐστιν ἐπάγου σα, ἵνα πιστότεροι τῶν βασιλέων φύλακες γένωνται. ἀλλʼ γε ῥητορικὴ κατὰ τῶν νόμων εἰσκεκύ- κληται. τεκμήριον δέ παμμέγεθες τὸ παρὰ μὲν τοῖς βαρ- βάροις, παρʼ οἶς ἢ οὐδʼ ὅλως ἢ σπανίως ἔστι ῥητορική, τοὺς νόμους ἀσαλεύτους μένειν, παρὰ δὲ τοῖς προιεμένοις αὐτὴν ὁσημέρμι | νεοχμοῦσθαι, ὥσπερ καὶ παρʼ Ἀηναίοις, καθάπερ καὶ Πλάτων ὁ τῆς ἀρχαίας κωμῳδίας (fr. 220 Κock) ποιητὴς λέγει· καὶ γὰρ τρεῖς ἐάν τις, φησίν, ἐκ- δημήσῃ μῆνας, οὐκέτι ἐπιγινώσκειν τὴν πόλιν, ἀλλὰ παρα- πλησίως τοῖς νυκτὸς περιπατοῦσι παρὰ τὰ τείχη καθάπερ τινὰς ἀγγάρους κατάγεσθαι, τὸ ὅσον ἐπὶ τοῖς νόμοις μὴ τῆς αὐτῆς οὔσης πόλεως. πρόδηλον δέ ἐστι τὸ κατὰ τῶν νόμων αὐτὴν ὑπάρ χειν καὶ ἐξ ὧν ἐν ταῖς κακο τέχνοις τέ- χναις ὑποτίθενται. ὁτέ μὲν γὰρ παραινοῦσι τῷ ῥητῷ καὶ ταῖς φοναῖς τοῦ νομοθέτου προσέχειν ὡς σαφέσι καὶ μη- δεμιᾶς ἐξηγήσεως δεομέναις, ὁτὲ δὲ ἀναστρέψαντες μήτε τῷ ῥητῷ μήτε ταῖς φωναῖς ἀλλὰ τῇ διανοίᾳ κατακολου- θεῖν οὐδέ γὰρ ὁ κολάζειν ἀξιῶν τὸν ἐπανατεινόμενόν τινι σίδηρον τὸν ὁπωσοῦν ἐπανατεπτνόμενον, οἷον † δακτύλιον †, ἢ ὁποιον〈οῦν〉, καθάπερ βελόνην, κολάζειν ἠξίωσεν, ἀλλʼ ἐὰν τὴν διάνοιαν αὐτοῦ πολυπραγμονῶμεν, τὸν ἀνδροφονῆ- σαι τολμήσαντα τεθέληκεν[αι] τιμωρεῖσθαι.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
