# Adversus mathematicos 327-3-332

Sextus Empiricus, Adversus mathematicos, 327 to 332. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/327-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/327-3
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:327-3-332

οὔτε τῇ τετράδι διὰ τὸ μὴ ἰσάζεσθαι αὐτῇ μηδὲ διπλασιάζειν αὐτήν· τὸ γὰρ ὅλῃ τετράδι προστιθέμενον, μὴ ἑτέρᾳ οὔσῃ τῶν κατὰ μέρος τεσσάρων μονάδων, τετράς ἐστιν. καὶ μὴν οὐδὲ τῇ ἐξ αὐτῆς καὶ τῆς τετράδος ἀποτελουμένῃ πεντάδι διὰ τὸ μὴ προυποκεῖσθαι τῆς προσθέσεως τὴν πεντάδα καὶ ἀεί ποτε ὀφείλειν τὸ προστιθέμενον προϋποκειμένῳ τινὶ προστίθεσθαι. οὐκ ἄρα προστίθεταί τι τινί. Ἀλλ᾿ εἰ μήτε ἀφαιρεῖταί τι τινός, ὡς ὑποδέδεικται, μήτε προστίθεταί τι τινί, ὧς παρεμυθησάμεθα, φανερὸν ὧς οὐδὲ μετατίθεταί τι ἀπό τινος· ἦν γὰρ ἡ μετάθεσις τοῦ μὲν ἄρσις, τοῦ δὲ πρόσθεσις. μὴ ὄντων δὲ τούτων οὐδὲ τὸ πάσχον ὀφείλει εἷναι, εἴπερ ἦν κατά τινα τούτων τῶν τρόπων τὸ πάσχειν· ἄλλως γὰρ οὐκ ἄν τις ἐπινοήσειε δυνάμενόν τι πάσχειν εἰ μὴ κατὰ τούτους τοὺς τρόπους. περὶ ὄλου καὶ μέρους Ἡ περὶ τοῦ ὅλου σκέψις ἀναγκαία ἐστὶ τοῖς μὲν φυσικοῖς, ἐπεὶ ἄτοπον καθέστηκε τούτους περὶ τοῦ ὅλου καὶ τοῦ παντὸς ἐπαγγελλομένους τὸ ἀληθὲς ἐρεῖν μὴ εἰδέναι τί ποτέ ἐστι τὸ ὅλον καὶ τίνα τὰ μέρη, τοῖς δὲ σκεπτικοῖς πρὸς ἔλεγχον τῆς τῶν δογματικῶν προπετείας. καὶ δὴ οἱ μὲν ἀπὸ τῆς Στοᾶς φιλόσοφοι (fr. II 524 Arn.) διαφέρειν ὑπολαμβάνουσι τὸ ὅλον καὶ τὸ πᾶν· ὅλον μὲν γὰρ εἶωαι λέγουσι τὸν κόσμον, πᾶν δὲ τὸ σὺν τῷ κόσμῳ ἔξωθεων κενόν, καὶ δ’ ἰὰ τοῦτο τὸ μὲν ὅλον πεπερασμένον εἶναι (πεπέρασται γὰρ ὁ κόσμος), τὸ δὲ πᾶν (τοιοῦτον γὰρ τὸ ἐκτὸς τοῦ κόσμου κενόν).

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
