# Adversus mathematicos 328-332

Sextus Empiricus, Adversus mathematicos, 328 to 332. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/328

εἰ οὖν ἄριστός ἐστιν ὁ συνεωρακὼς τἀληθές, ἐπεὶ ταὐτὸ ἀξιοῦσι πάντες οἱ ἀπὸ αὐτοῦ ὁρμώμενοι, τί μᾶλλον τόνδε ἤ τόνδε ἄριστον εἶναι φήσομεν καὶ κριτήριον ἀληθείας; οἷον <εἰ> Ἐπίκουρον διὰ τὸ πολλοὺς εἶναι τοὺς περὶ αὐτοῦ συμφωνοῦντας ὅτι εὗρε τἀληθές, τί μᾶλλον Ἐπίκουρον ἢ Ἀριστοτέλη; ἢ ὅτι οὐκ] ἐλάσσους εἰσὶν οἱ καὶ τούτῳ συνασπίζονται; οὐ μὴν ἀλλ’ ὧς πάλιν ἐν τοῖς κατὰ τὸν βίον πράγμασιν οὐκ ἀδύνατόν ἐστιν ἕνα συνετὸν ἀμείνονα εἶναι πολλῶν ἀσυνέτων, οὕτ’ ὢ καὶ ἐν φιλοσοφίᾳ οὐκ ἀπέοικεν ἔνα φρόνιμον εἶναι καὶ διὰ τοῦτο πιστόν, πολλοὺς δὲ χηνώδεις καὶ διὰ τοῦτο ἀπ’ ἱστοὺς, κἂν συμφώνως τινὶ προσμαρτυρῶσιν· σπάνιος μὲν γάρ ἐστιν ὁ συνετός, πολὺς δὲ ὁ εἰκαῖος. εἶτα κἂν τῇ συμφωνίᾳ καὶ τῇ τῶν πλειόνων νῶν μαρτυρίᾳ προσέχωμεν, πάλιν εἰς τοὐναντίον τῇ προθέσει περιαγόμεθα· κατ’ ἀνάγκην γὰρ τῶν περί τινος συμφωνούντων πλείους εἰσὶν οἱ περὶ αὐτοῦ διαφωνοῦντες. ὃ δὲ λέγω, σαφέστερον γενήσεται οἰκείου τεθέντος ἡμῖν παραδείγματος. ἔστω γάρ, ὑποθέσεως χάριν, τῶν καθ’ ἑκάστην αἵρεσιν φιλοσοφούντων πλείους εἶναι τοὺς κατὰ τὴν Στωικὴν αἵρεσιν φιλοσοφοῦντας, λεγέτωσάν τε οὗτοι συμφώνως Ζήνωνα μόνον εὑρηκέναι τἀληθές, ἕτερον δὲ μηδένα. οὐκοῦν ἀντιφθέγξονται αὐτοῖς οἱ ἀπὸ Ἐπικούρου, ψεύδεσθαι δὲ αὐτοὺς ἐροῦσιν οἱ ἀπὸ Περιπάτου, ἀντεροῦσι δὲ καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας καὶ καθόλου πάντες οἱ ἀπὸ τῶν αἱρέσεων, ὥστε πάλιν τούτους τοὺς συμφώνως Ζήνωνα προκεκρικότας, συγκρινομένους τοῖς συμφώνως λέγουσι μὴ εἶναι Ζήνωνα κριτήριον, κατὰ πολὺ ἐλάσσους εὑρίσκεσθαι. καὶ παρ’ αὐτὸ τοῦτο· εἰ τοῖς συμφώνως περί τινος ἀποφαινομένοις χρὴ πιστεύειν ὅταν ὦσι πολλοί, οὐδένα ῥητέον τἀληθὲς εὑρηκέναι· παντὶ γὰρ τῷ ὑπό τινων ἐπαινουμένῳ πολύς ἐστιν ὁ ἐκ τῶν ἄλλων αἱρέσεων ἀντιφθεγγόμενος.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
