# Adversus mathematicos 333-335

Sextus Empiricus, Adversus mathematicos, 333 to 335. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/333

τὸ δὲ πάντων συνεκτικώτατον· οἱ περί τινος ὧς εὑρηκότος τἀληθὲς συμφωνοῦντες ἤτοι διάφορον ἔχουσι διάθεσιν καθ’ ἣν συμφωνοῦσιν, ἢ διάφορον μὲν οὐδαμῶς μίαν δὲ καὶ τὴν αὐτήν. ἀλλὰ διάφορον μὲν οὐδαμῶς ἂν ἔχοιεν, ἐπεὶ πάντως αὐτοὺς δεήσει διαφωνεῖν· μίαν δὲ ἔχοντες εἰς ἰσότητα περιίστανται τῷ τοὐναντίον ἀποφαινομένῳ. ὧς γὰρ ἐκεῖνος μίαν ἔχει διάθεσιν καθ’ ἣν ἀντιπέπτωκεν αὐτοῖς, οὕτω καὶ οὗτοι τὴν ἴσην ἔχουσιν ἐκείνῳ, παρέλκοντος λοιπὸν τοῦ πλήθους αὐτῶν πρὸς πίστιν· καὶ γὰρ εἰ καθ’ ὑπόθεσιν εἰς ἦν ἐξ αὐτῶν ὁ τοῦτο λέγων, ἴσον ἂν ἐδύνατο τοῖς πᾶσιν. Ἀλλ’ εἴπερ ὁ τὴν ἀλήθειαν εὑρηκὼς ἐν φιλοσοφίᾳ ἢ διὰ ἡλικίαν ἤ διὰ φιλοπονίαν ἢ διὰ σύνεσιν ἢ τῷ πολλοὺς ἔχειν τοὺς μαρτυροῦντας εὐστοχηκέναι λέγεται, παρεστήσαμεν δὲ ἡμεῖς, ὅτι δι’ οὐδὲν τούτων ῥητέον κριτήριον αὐτὸν ὑπάρχειν ἀληθείας, φαίνεται ὡς ἀνεύρετόν ἐστι τὸ ἐν φιλοσοφίᾳ κριτήριον.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
