# Adversus mathematicos 337-339

Sextus Empiricus, Adversus mathematicos, 337 to 339. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/337

πρὸς τούτοις ἢ φάσει τις ἑαυτὸν κριτήριον εἶναι λέγει ἢ κριτηρίῳ προσχρώμενος. ἀλλὰ φάσει μὲν φάσει ἐπισχεθήσεται, κριτηρίῳ δὲ προσχρώμενος περιτραπήσεται. ἤτοι γὰρ διάφωνόν ἐστιν αὐτῷ τοῦτο τὸ κριτήριον ἢ σύμφωνον. καὶ εἰ μὲν διάφωνον, ἄπιστον, ἐπείπερ διαπεφώνηκε τῷ οἰομένῳ αὑτὸν κριτήριον ὑπάρχειν· εἰ δὲ σύμφωνον, χρείαν ἑξεῖ τοῦ κρίνοντος. ὥσπερ γὰρ οὗτος ὁ κριτήριον αὑτὸν ἀποφαινόμενος ἄπιστος ἦν, οὕτω καὶ τὸ σύμφωνον αὐτῷ κριτήριον, ἐπεὶ τρόπῳ τινὶ τὴν αὐτὴν ἔσχηκεν ἐκείνῳ δύναμιν, δεήσεται ἑτέρου τινὸς κριτηρίου. καὶ εἰ τοῦτο, οὐ λεκτέον ἕκαστον τῶν φιλοσόφων εἶναι κριτήριον· πᾶν γὰρ τὸ κρίσεως δεόμενον ἐξ αὑτοῦ ἐστιν ἄπιστον. πάλιν ὁ λέγων ἑαυτὸν κριτήριον ἤτοι φάσει τοῦτο ἀξιοῖ ἢ ἀποδείξει. καὶ φάσει μὲν οὐ δύναται δι’ ἃς προεῖπον αἰτίας· εἰ δὲ ἀποδείξει, πάντως ὑγιεῖ· τὸ δὲ ὅτι ἐστὶν ὑγιὴς ἡ τοιαύτη ἀπόδειξις, ἤτοι φάσει λέγεται ἢ ἀποδείξει, καὶ ταῦτ’ εἰς ἄπειρον. τοίνυν καὶ διὰ τοῦτο λεκτέον ἀνεύρετον εἷναι τὸ τῆς ἀληθείας κριτήριον.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
