# Adversus mathematicos 338-342

Sextus Empiricus, Adversus mathematicos, 338 to 342. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/338
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/338
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:338-342

ἐὰν δὲ τὴν γενικὴν ἀπόδειξιν ἀνέλωμεν, ἥτις δοκεῖ πασῶν τῶν ἐπ’ εἴδους εἶναι περιεκτική, δῆλον ὅτι ἐν ταύτῃ πάσας ἕξομεν ἀνῃρημένας. ὥσπερ γὰρ ζῴου μὴ ὄντος οὐδὲ ἄνθρωπος ἔστι καὶ ἀνθρώπου μὴ ὑπάρχοντος οὐδὲ Σωκράτης ὑφέστηκεν, συναναιρουμένων τοῖς γένεσι τῶν εἰδῶν, οὕτω μὴ οὔσης γενικῆς ἀποδείξεως οἴχεται αἰ καὶ ἅπασα ἡ ἐπ’ εἴδους ἀπόδειξις· τῷ μὲν γὰρ εἴδει οὐ πάντως συναναιρεῖται τὸ γένος, καθάπερ τῷ Σωκράτει ὁ ἄνθρωπος, τῷ γένει δ’, ὥσπερ εἶπον, συμπεριγράφεται τὸ εἶδος. ἀναγκαῖον οὖν ἐστι καὶ τοῖς τὴν ἀπόδειξιν σαλεύουσι <λόγοις> μὴ ἄλλην τινὰ κινεῖν ὅτι μὴ τὴν γενικήν, ᾗ καὶ τἀς λοιπὰς ἀκολουθεῖν συμβέβηκεν. Ἐπεὶ τοίνυν ἄδηλόν ἐστιν ἡ ἀπόδειξις, ὧς ὀφείλει ἀποδεδεῖχθαι· πᾶν γὰρ ἄδηλον, ἀναποδείκτως λαμβανόμενον, ἔστιν ἄπιστον. ἤτοι οὖν ὑπὸ γενικῆς ἀποδείξεως καταστήσεται τὸ εἶναί τι ἀπόδειξιν ἢ ὑπὸ εἰδικῆς. ἀλλ’ ὑπὸ μὲν εἰδικῆς οὐδαμῶς· οὔπω γὰρ οὐδεμία καθίσταται εἰδικὴ ἀπόδειξις διὰ τὸ μήπω ὡμολογῆσθαι τὴν γενικήν. ὧς γὰρ μηδέπω σαφοῦς ὄντος τοῦ ὅτι ἔστι ζῷον, οὐδὲ ὅτι ἵππος ἔστι γνώριμον καθέστηκεν, οὕτωφ μηδέπω συνομολογηθέντος τοῦ ὅτι ἔστι γενικὴ ἀπόδειξις, οὐκ ἂν εἴη τις τῶν ἐπὶ μέρους ἀποδείξεων πιστή, μετὰ τοῦ καὶ εἰς τὸν δι’ ἀλλήλων τρόπον ἡμᾶς ἐμπίπτειν· ἵνα μὲν γὰρ ἡ γενικὴ ἀπόδειξις βεβαιωθῇ, τὴν εἰδικὴν ἡμᾶς ἔχειν δεῖ πιστήν, ἵνα δὲ ἡ εἰδικὴ ὁμολογηθῇ, τὴν γενικὴν ἔχειν βέβαιον, ὥστε μήτε ἐκείνην πρὸ ταύτης ἔχειν δύνασθαι μήτε ταύτην πρὸ ἐκείνης. οὐκοῦν ὑπὸ μὲν εἰδικῆς ἀποδείξεως ἀμήχανον τὴν γενικὴν ἀποδειχθῆναι.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
