# Adversus mathematicos 35-4-37

Sextus Empiricus, Adversus mathematicos, 35 to 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/35-4

ἐπείπερ ὁ μουσικευσάμενος (Eurip. fr. 187 Nauck) μολπαῖσιν ἡσθεὶς τοῦτ᾿ ἀεὶ θηρεύεται· ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται, φίλοισι τ᾿ οὐθείς, ἀλλʼ ἄφαντος οἴχεται, ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ᾖ. κατὰ ταὐτὰ δὲ οὐδὲ 〈ἐκ τοῦ〉 ἀπὸ τῶν αὐτῶν στοιχείων ὁρμᾶσθαι ταύτην τε καὶ φιλοσοφίαν εἰσακτέον τὸ κατʼ αὐτὴν χρειῶδες, ὡς αὐτόθεν ἐστὶ συμφανές. λείπεται ἄρα τῷ καθʼ ἁρμονίαν τὸν κόσμον διοικεῖσθαι ἢ τῷ ἠθο- ποιοῖς μέλεσι κεχρῆσθαι χρειώδη πρὸς εὐδαιμονίαν λέ- γειν αὐτὴν τυγχάνειν. ὧν τὸ μέν τελευταῖον ἤδη (§ 28) διαβέβληται ὡς οὐχ ὑπάρχον ἀληθές, τὸ δὲ κατὰ ἁρμο- νίαν διοικεῖσθαι τὸν κόσμον ποικίλως δείκνυται ψεῦδος, εἶτα καὶ ἂν ἀληθὲς ὑπάρχῃ, οὐδὲν τοιοῦτο δύναται πρὸς μακαριότητα, καθάπερ οὐδὲ ἡ ἐν τοῖς ὀργάνοις ἁρμονία. Ἀλλὰ τὸ μέν πρῶτον εἶδος τῆς πρὸς τοὺς μουσικοὺς ἀντιρρήσεως τοιουτότροπόν ἐστιν,

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
