# Adversus mathematicos 359-361

Sextus Empiricus, Adversus mathematicos, 359 to 361. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/359

Ἀλλ’ ἔνιοι τῶν δογματικῶν τὴν ἀνώτερον εἰρημένην ὑπότευξιν (§ 307) καὶ ἐπὶ τοῦ παρόντος θρυλοῦσι, μὴ κεχωρίσθαι τὰ διαφέροντα ταῦτα τῆς ψυχῆς μέρη, τουτέστι τὸ λογικὸν καὶ ἄλογον, ἀλλ’ ὡς τὸ μέλι ὅλον δι’ ὅλου ὑγρὸν ἅμα καὶ γλυκύ ἐστιν, οὕτω καὶ ἡ ψυχὴ ὅλη δι’ ὅλου δύο ἔχει τὰς ἀντιπαρηκούσας ἀλλήλαις δυνάμεις, ὧν ἡ μέν ἐστι λογικὴ ἡ δὲ ἄλογος· καὶ κινεῖσθαι τὴν μὲν λογικὴν ὑπὸ τῶν νοητῶν, τὴν δὲ ἄλογον ἀντιληπτικὴν γίνεσθαι τῶν αἰσθητῶν. ὅθεν καὶ μάταιον εἶναι τὸ λέγειν τὴν διάνοιαν ἢ κοινῶς τὴν ψυχὴν μὴ δύνασθαι τῆς ἑτέρας τούτων τῶν πραγμάτων διαφορᾶς ἀντιλαμβάνεσθαι· διάφορον γὰρ ἔχουσα τὴν κατασκευὴν εὐθὺς καὶ ἀμφοτέρων ἔσται ἀντιληπτική. πάνυ δέ εἰσιν εὐήθεις. αὗται γὰρ αἱ δυνάμεις, καὶ εἰ τὰ μάλιστα δοκοῦσι περὶ τὴν αὐτὴν οὐσωκράτη σίαν συνίστασθαι καὶ ἀντιπαρήκειν ἀλλήλαις δι’ ὅλης τε πεφοιτηκέναι τῆς ψυχῆς, οὐδὲν ἡσσον ἑτερογενῶς διαφέρουσιν ἀλλήλων, καὶ ἄλλο μέν τί ἐστιν ἥδε ἄλλο δὲ ἥδε. καὶ τοῦτο πάρεστι μαθεῖν ἀπὸ τῶν προδηλοτέρων εἷναι δοκούντων·

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
