# Adversus mathematicos 368-3-372

Sextus Empiricus, Adversus mathematicos, 368 to 372. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/368-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/368-3
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:368-3-372

ταύτῃ μὲν τῇ ἐπινοίᾳ πολύ τι πλῆθος ἀποριῶν ἐξακολουθεῖν φαίνεται. ἤτοι γὰρ χωριστόν ἐστι τούτων τῶν τριῶν διαστάσεων τὸ σῶμα κατὰ τὴν ἐπίνοιαν, ὥστε ἄλλο μὲν εἶναι τὸ σῶμα, ἄλλο δὲ τὸ μῆκος καὶ βάθος καὶ πλάτος τοῦ σώματος, ἢ ἄθροισμα τούτων τῶν διαστάσεων ἐστι τὸ σῶμα. ἀλλὰ χωριζόμενον μὲν τούτων τῶν διαστάσεων τὸ σῶμα οὐκ ἔνεστιν ἐπινοεῖν· ὅπου γὰρ μήτε μῆ- κός ἐστι μήτε πλάτος μήτε βάθος, ἐκεῖ οὐδὲ σῶμα νοεῖν οἷόν τε ἐστίν. εἰ δὲ ὁ ἀθροισμὸς τούτων σῶμα καθέστηκεν, ἐπεὶ ἕκαστον αὐτῶν ἀσώματόν ἐστι, τὸ δὲ ἐξ ἀσωμάτων συγκείμενον πάντως ἐστὶν ἀσώματον, δεήσει καὶ τὴν κοινὴν αὐτῶν σύνοδον μὴ σῶμα ἀλλ’ ἀσώματον ὑπάρχειν· ὧς γὰρ ἡ συνέλευσις τῶν γραμμῶν ἀσωμάτων οὐσῶν καὶ ὁ ἀθροισμὸς τῶν στιγμῶν οὐδέποτε πέφυκε στερεὸν ποιεῖν σῶμα καὶ ἀντίτυπον, οὕτω καὶ ἡ τοῦ μήκους καὶ τοῦ βάθους καὶ τοῦ πλάτους σύνοδος, ἀσωμάτων οὖσα σύνοδος, οὐκ ἀποτελεῖ σῶμα. εἰ δὲ μήτε τούτων χωρίς ἐστί τι σῶμα μήτε ταῦτά ἐστι σῶμα, οὐδέν ἐστι σῶμα. καὶ ἄλλως· ἐπείπερ ἡ σύνοδος τοῦ μήκους καὶ πλάτους καὶ βάθους ποιεῖ σῶμα, ἤτοι πρὶν τῆς συνόδου τούτων ἕκαστον ἰδ’ ία περιεῖχε τὴν σωματότητα καὶ τοὺς ὥσπερ λόγους τοῦ σώματος, ἢ μετὰ τὴν συνέλευσιν αὐτῶν ἐπισυνέβη τὸ σῶμα. καὶ εἰ μὲν ἕκαστον αὐτῶν πρὶν τῆς συνόδου περιεῖχε τὴν σωματότητα, ἔσται ἕκαστον σῶμα· εἶτ’ ἐπεὶ τὸ σῶμα οὐ μῆκος μόνον ἐστὶν οὐδὲ πλάτος οὐδὲ βάθος, ἀλλὰ καὶ μῆκος καὶ βάθος καὶ πλάτος, ἕκαστον τούτων ἔχον τὴν σωματότητα τρία γενήσεται, καὶ οὕτω τὸ μῆκος οὐ μόνον μῆκος ἔσται, ἀλλὰ καὶ πλάτος καὶ βάθος, καὶ τὸ πλάτος οὐχ ἀπλῶς πλάτος, ἀλλὰ καὶ μῆκος καὶ βάθος, ὡσαύτως δὲ καὶ ἡ λειπομένη διάστασις.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
