# Adversus mathematicos 375-2-378

Sextus Empiricus, Adversus mathematicos, 375 to 378. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/375-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/375-2
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:375-2-378

Νὴ Δία, ἀλλ’ εἰώθασιν ὑποτυγχάνοντες λέγειν, ὅτι πίστις ἐστὶ τοῦ ἐρρῶσθαι τὴν ὑπόθεσιν τὸ ἀληθὲς εὑρίσκεσθαι ἐκεῖνο τὸ τοῖς ἐξ ὑποθέσεως ληφθεῖσιν ἐπιφερόμενον· εἰ γὰρ τὸ τούτοις ἀκολουθοῦν ἐστὶν ὑγιές, κἀκεῖνα οἷς ἀκολουθεῖ ἀληθῆ καὶ ἀναμφίλεκτα καθέστηκεν. καὶ πόθεν ἔχομεν, ἐρεῖ τις, δεῖξαι ὅτι τὸ ἀκολουθοῦν τῷ ἐξ ὑποθέσεως ληφθέντι ἀληθές ἐστιν; ἀρά γε ἐξ αὐτοῦ ἢ ἐκ τῶν λημμάτων οἷς ἀκολουθεῖ; θεῖ; ἀλλ’ ἐξ αὐτοῦ μὲν οὐκ ἂν εἴη· ἄδηλον γάρ ἐστιν. ἐκ δὲ τῶν λημμάτων; οὐδ’ οὕτως· περὶ γὰρ τούτων ἐστὶν ἡ μάχη, καὶ δεῖ αὐτὰ πρότερον κατασταθῆναι. οὐ μὴν ἀλλ’ ἔστω γε καὶ τὸ ἀκολουθοῦν τοῖς ἐξ ὑποθέσεως ληφθεῖσιν ἀληθές· οὐ μὴν παρὰ τοῦτο καὶ τὰ ἐξ ὑποθέσεως ληφθέντα γενήσεται ἀληθῆ. εἰ μὲν γὰρ μόνον κατ’ αὐτοὺς τῷ ἀληθεῖ εἴπετο ἀληθές, θές, προύβαινεν <ἂν> ὁ λόγος, ὧς τοῦ ἀκολουθοῦντος τῷ ἐξ ὑποθέσεως ληφθέντι ὄντος ἀληθοῦς γίνεσθαι τὸ ἐξ ὑποθέσεως ληφθὲν ἀληθές· νῦν δὲ ἐπεὶ καὶ ψεύδει ψεῦδός φασιν ἀκολουθεῖν καὶ ψεύδει ἀληθές, οὐ κατ’ ἀνάγκην, εἰ τὸ λῆγόν ἐστιν ἀληθές, καὶ τὸ ἡγούμενον ἔσται ἀληθές, ἀλλ’ ἐνδέχεται τοῦ λήγοντος ἀληθοῦς ὄντος τὸ ἡγούμενον ὑπάρχειν ψεῦδος. Οδοῦ μὲν οὖν πάρεργον, ὥς φασι, καὶ παρενθήκης τοσαῦτα εἰρήσθω περὶ τοῦ μὴ δεῖν ἐξ ὑποθέσεως κατάρχεσθαι τὴν ἀπόδειξιν·

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
