# Adversus mathematicos 399

Sextus Empiricus, Adversus mathematicos, <ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/399

εἰ γὰρ πᾶσαι αἱ φαντασίαι εἰσὶ ψευδεῖς καὶ οὐδέν ἐστιν ἀληθές, ἀληθές ἐστι τὸ ‘‘οὐδέν ἐστιν ἀληθές.” εἰ ἄρα μηδέν ἐστιν ἀληθές, ἔστιν ἀληθές· καὶ οὕτως εἰς τοὐναντίον τῇ προθέσει περιήχθησαν οἱ περὶ τὸν Ξενιάδην, λέγοντες πάσας τἀς φαντασίας εἶναι ψευδεῖς καὶ μηδὲν ὅλως ἐν τοῖς οὖσιν ὑπάρχειν ἀληθές. καθόλου γὰρ ἀμήχανόν ἐστι τῶν ἐπὶ μέρους τι λέγοντα ψεῦδος μὴ οὐχὶ καὶ ἀληθὲς ὁρίζειν. οἶον ὅτε λέγομεν ψεῦδος εἶναι τὸ Α, τοῦ μὲν Α τὸ ψεῦδος αὐτὸ ὑπάρχειν κατηγοροῦμεν, τὸ δὲ “ψεῦδός ἐστι τὸ Α” τίθεμεν, ὥστε δυνάμει τοιοῦτόν τι ἀποφαίνεσθαι ‘‘ἀληθές ἐστι τὸ ψεῦδος εἶναι τὸ Α.” ἅμα οὖν τῷ ψεῦδός τι λέγειν καὶ τὸ εἶναι ἀληθὲς ἐξ ἀνάγκης ὁρίζομεν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
