# Adversus mathematicos 40-5-45

Sextus Empiricus, Adversus mathematicos, 40 to 45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/40-5

Δυνάμει δὲ καὶ ὁ Αἰνησίδημος τὰς ὁμοιοτρόπους κατὰ τὸν τόπον ἀπορίας τίθησιν. εἰ γὰρ ἔστι τι ἀληθές, ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν ἐστιν, ἢ καὶ νοητόν ἐστι καὶ αἰσθητόν ἐστιν. [ἢ] οὔτε δὲ αἰσθητόν ἐστιν οὔτε νοητόν ἐστιν, οὔτε τὸ συναμφότερον, ὧς παρασταθήσεται· οὐκ ἄρα ἔστι τι ἀληθές. ὅτι μὲν οὖν οὐκ ἔστιν αἰσθητόν, οὕτως ἐπιλογιούμεθα. τῶν αἰσθητῶν τὰ μέν ἐστι γένη τὰ δὲ εἴδη, καὶ γένη μὲν αἱ ἐνδιήκουσαι ἐν τοῖς κατὰ μέρος κοινότητες, ὡς ἄνθρωπος ὁ διὰ τῶν κατὰ μέρος ἀνθρώπων πεφοιτηκὼς καὶ ἵππος ὁ διὰ τῶν κατὰ μέρος ἵππων, εἴδη δὲ αἱ καθ’ ἕκαστον ἰδιότητες, ὧς Δίωνος, Θέωνος, τῶν ἄλλων. εἴπερ οὖν αἰσθητόν ἐστι τὸ ἀληθές, καὶ τοῦτο πάντως κοινὸν πλειόνων <ἢ ἐν> ἰδιότητι κείμενον ἔσται αἰσθητὸν [τὸ ἀληθές]· οὔτε δὲ κοινόν ἐστιν οὔτε ἐν ἰδιότητι κείμενον· οὐκ ἄρα αἰσθητόν ἐστι τὸ ἀληθές. ἔτι ὃν τρόπον τὸ μὲν ὁρατὸν ὁράσει ληπτόν ἐστι, τὸ δὲ ἀκουστὸν ἀκοῇ γνώριμόν ἐστι, τὸ δὲ ὀσφρητὸν ὀσφρήσει, οὕτω καὶ τὸ αἰσθητὸν κοινῶς αἰσθήσει γνωρίζεται. οὐ γνωρίζεται δὲ κοινῶς αἰσθήσει <τὸ ἀληθές>· ἡ γὰρ αἴσθησις ἄλογός ἐστιν, καὶ τὸ ἀληθὲς οὐκ ἀλόγως γνωρίζεται. οὐκ ἄρα αἰσθητὸν τὸ ἀληθές. καὶ μὴν οὐδὲ νοητόν ἐστιν, ἐπεὶ οὐδὲν ἔσται τῶν αἰσθητῶν ἀληθές· ὃ πάλιν ἄτοπον. ἤτοι γὰρ πᾶσι κοινῶς ἔσται νοητὸν ἢ τισὶν ἰδίως. οὔτε δὲ πᾶσι κοινῶς οἷόν τε εἶναι νοητὸν τὸ ἀληθὲς οὔτε τισὶν ἰδίως· τό τε γὰρ κοινῶς πᾶσι νοεῖσθαι ἀδύνατον, τό τε ἰδίως τινὶ ἢ τισὶν ἄπιστον καὶ μάχιμον. οὐδὲ νοητὸν ἄρα ἐστὶ τὸ ἀληθές. ἀλλὰ μὴν οὐδὲ αἰσθητὸν ἅμα καὶ νοητόν. ἤτοι γὰρ πᾶν αἰσθητὸν καὶ πᾶν νοητὸν ἀληθές ἐστιν ἢ τὶ αἰσθητὸν καὶ τὶ νοητόν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
