# Adversus mathematicos 406-409

Sextus Empiricus, Adversus mathematicos, 406 to 409. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/406

καὶ μὴν ὃν τρόπον ἀπὸ τῶν τόξων ἐλάμβανε φαντασίαν ὁ ἥρως, οὕτω καὶ ἀπὸ τῶν ἰδίων παίδων ὅτι Εὐρυσθέως εἰσὶ παῖδες. μία γὰρ καὶ ἡ αὐτὴ προυπέκειτο καὶ ὡσαύτως ἔχοντι φαντασία. ἀλλ’ ἦν ἡ μὲν ἀπὸ τῶν τόξων ἀληθής, ἡ δὲ ἀπὸ τῶν παίδων ψευδής. ἐπ’ ἴσης οὖν κινουσῶν ἀμφοτέρων ὁμολογητέον ἀπαράλλακτον εἶναι τὴν ἑτέραν τῇ ἑτέρᾳ· καὶ εἰ ἡ ἀπὸ τῶν τόξων λέγεται καταληπτική, ὅτι <ἡ> ἀκόλουθος αὐτῇ πρᾶξις ἐπεζεύχθη τοῖς αὐτοῦ ὧς τόξοις χρησαμένου, λεγέσθω καὶ ἡ ἀπὸ τῶν παίδων μὴ διαφέρειν ταύτης, παρόσον καὶ ταύτῃ τὸ ἀκόλουθον ἐπεζεύχθη ἔργον, τουτέστι τὸ τοὺς τοῦ ἐχθροῦ παῖδας δεῖν ἀναιρεῖν. ἀλλὰ γὰρ αὕτη μὲν ἡ ἀπαραλλαξία τῶν τε καταληπτικῶν καὶ τῶν ἀκαταλήπτων φαντασιῶν κατὰ τὸ ἐναργὲς καὶ ἔντονον ἰδίωμα παρίσταται. οὐδὲν δὲ ἧττον δείκνυται τοῖς ἀπὸ τῆς Ἀκαδημίας καὶ ἡ κατὰ χαρακτῆρα καὶ [ἡ] κατὰ τύπον. καλοῦσι δὲ ἐπὶ τὰ φαινόμενα τοὺς Στωικούς. ἐπὶ γὰρ τῶν ὁμοίων μὲν κατὰ μορφήν, διαφερόντων δὲ κατὰ τὸ ὑποκείμενον, ἀμήχανόν ἐστι διορίζειν τὴν καταληπτικὴν φαντασίαν ἀπὸ τῆς ψευδοῦς καὶ ἀκαταλήπτου· οἶον δυεῖν ᾠῶν ἄκρως ἀλλήλοις ὁμοίων ἐναλλὰξ τῷ Στωικῷ δίδωμι πρὸς διάκρισιν, εἰ ἐπιβαλὼν ὁ σοφὸς ἰσχύσει λέγειν ἀδιαπτώτως, πότερον ἔν ἐστι τὸ δεικνύμενον ᾠὸν ἢ ἄλλο καὶ ἄλλο.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
