# Adversus mathematicos 411-414

Sextus Empiricus, Adversus mathematicos, 411 to 414. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/411

οὐ τοίνυν ἔχει τι ἰδίωμα ἡ καταληπτικὴ φαντασία ᾧ διαφέρει τῶν ψευδῶν τε καὶ ἀκαταλήπτων φαντασιῶν. Πρὸς τούτοις, εἰ τι ἄλλο καταληπτικόν τινός ἐστι, καὶ ἡ ὅρασις. οὐχὶ δέ γ’ αὕτη καταληπτική τινός ἐστιν, ὧς παραστήσομεν· οὐκ ἄρα ἔστι τι καταληπτικόν τινος. ἡ γὰρ ὅρασις λαμβάνειν μὲν δοκεῖ χρώματα καὶ μεγέθη καὶ σχήματα καὶ κινήσεις, τούτων δὲ οὐδὲν λαμβάνει, καθάπερ εὐθὺς ἀπὸ τῶν χρωμάτων ἀρξαμένοις ἡμῖν φανεῖται. εἴπερ οὖν ἡ ὅρασις καταλαμβάνεταί τι χρῶμα, φασὶν οἱ ἐξ Ἀκαδημίας, καὶ τὸ τοῦ ἀνθρώπου καταλήψεται· οὐ καταλαμβάνεται δὲ τοῦτο· οὐδ’ ἄλλο τοίνυν καταλήψεται χρῶμα. καὶ ὅτι οὐ καταλαμβάνεται, πρόδηλον· μεταβάλλει γὰρ κατὰ ὥρας ἐνεργείας φύσεις ἡλικίας περιστάσεις νόσους ὑγείαν ὕπνον ἐγρήγορσιν, ὥστε τὸ μὲν οὕτως αὐτὸ ποικίλλεσθαι γινώσκειν ἡμᾶς, τὸ δὲ τί ἐστι τὸ κατ’ ἀλήθειαν ἀγνοεῖν. ταύτῃ τε εἰ τοῦτο μὴ ἔστι καταληπτόν, οὐδ’ ἄλλο τι γενήσεται γνώριμον. καὶ μὴν καὶ ἐπὶ σχήματος τὸ αὐτὸ γένος τῆς ἀπορίας εὑρήσομεν· τὸ γὰρ αὐτὸ λεῖον καὶ τραχὺ ὑποπίπτει ὧς ἐπὶ τῶν γραφῶν, στρογγύλον τε καὶ τετράγωνον ὧς ἐπὶ πύργων, εὐθύ τε καὶ κεκλασμένον ὧς ἐπὶ τῆς ἐξάλου τε καὶ ἐνάλου κώπης, καὶ ἐπὶ κινήσεως κινούμενον καὶ ἠρεμοῦν, ὧς ἐπὶ τῶν ἐν νηὶ καθεζομένων ἢ ἐπὶ τῶν ἐν αἰγιαλοῖς ἑστώτων.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
