# Adversus mathematicos 417-2-422

Sextus Empiricus, Adversus mathematicos, 417 to 422. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/417-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/417-2
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:417-2-422

εἰ δὲ παράλληλοι δύο μένουσιν αἱ γραμμαί, τὸ ἐκ τῶν δυεῖν μεῖζον ἔσται ἰῆς μιᾶς. εἰ δὲ τὸ ἐκ τῶν δυεῖν γινόμενον μεῖζον ἔσται τῆς μιᾶς γραμμῆς, ἕξει ἐκατέρα αὐτῶν πλάτος, ὃ μετὰ τῆς ἑτέρας ταττόμενον μεῖζον ποιεῖ διάστημα, καὶ οὕτως οὐκ ἔστιν ἀπλατὲς μῆκος ἡ γραμμή· ἢ εἴπερ ἐστί, σαλεύεσθαι δεήσει τὴν ἐνάργειαν, ὡς παρεστήσαμεν. Προηγουμένως μὲν οὖν ταῦτα ῥητέον πρὸς τὴν παρὰ τοῖς μαθηματικοῖς περὶ σωμάτων τε καὶ περάτων διάταξιν· μεταβάντες δὲ ἀκολούθως σκοπῶμεν, εἰ καὶ κατὰ τὰς αὐτῶν ἐκείνων ὑποθέσεις δύναται προκόπτειν ὁ λόγος. ἀρέσκει τοίνυν τοῖς γεωμέτραις τὴν εὐθεῖαν γραμμὴν στρεφομένην πᾶσιν αὐτῆς τοῖς μέρεσι κύκλους γράφειν. τούτῳ δὲ εὐθὺς αὐτῶν τῷ θεωρήματι μάχεται τὸ μῆκος ἀπλατὲς εἶναι τὴν γραμμήν. ἐπεὶ γὰρ πᾶν μέρος γραμμῆς, ὥς φασι, σημεῖον ἔχει, τὸ δὲ σημεῖον στρεφόμενον κύκλον γράφει, ὅταν εὐθεῖα γραμμὴ στρεφομένη καὶ πᾶσι τοῖς ἑαυτῆς μέρεσι Κυκλογραφοῦσα καταμετρῇ τὸ διάστημα τῆς ἐπιπέδου τῆς ἀπὸ τοῦ κέντρου μέχρι τῆς ἐξωτάτω περιφερείας, τότε ἤτοι συνεχεῖς εἰσιν οἱ παράλληλοι κύκλοι ἢ διεστᾶσιν ἀπ’ ἀλλήλων. ὁπότερον δ’ ἂν λέγωσι τούτων οἱ γεωμέτραι, εἰς ἄλυτον σχεδὸν ἀπορίαν ἐμπεσοῦνται. εἰ μὲν γὰρ διεστᾶσιν ἀπ’ ἀλλήλων, ἔσται τι μέρος τῆς ἐπιπέδου τὸ μὴ κυκλογραφούμενον καὶ τῆς γραμμῆς τὸ μὴ Κυκλογραφοῦν, ὅπερ κατὰ τοῦτο τέτακται τὸ διάστημα τῆς ἐπιπέδου. τοῦτο δὲ ἦν ἄτοπον· καὶ γὰρ ἔχει σημεῖον ἡ γραμμὴ πάντως κατὰ τόδε τὸ μέρος, καὶ τὸ σημεῖον κατὰ τοῦτο στρεφόμενον Κυκλογραφεῖ· τὸ γὰρ ἢ τὴν γραμμὴν μὴ ἔχειν κατά τι μέρος αὐτῆς σημεῖον, ἢ τὸ σημεῖον στρεφόμενον μὴ γράφειν κύκλον, παρὰ τὸν γεωμετρικόν ἐστι λόγον.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
