# Adversus mathematicos 420-422

Sextus Empiricus, Adversus mathematicos, 420 to 422. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/420

πᾶσα γὰρ ἀκατάληπτος φαντασία ἀκαταλήπτῳ φαντασίᾳ ἐστὶν ἴση. ἐπεὶ οὖν ἡ μὲν “τὰ μύρια ὀλίγα ἐστίν” ἀκατάληπτος ἴση ἐστὶ τῇ “τὰ πεντήκοντα ἓν ὀλίγα ἐστίν”, οὐδενὶ δὲ διέφερε καὶ ἐκεχώριστο τῆς “τὰ πεντήκοντα ὀλίγα ἐστί” καταληπτικῆς, ἴση γενήσεται τῇ “τὰ μύρια ὀλίγα ἐστίν” ἀκαταλήπτῳ φαντασία ἡ “τὰ πεντήκοντα ὀλίγα ἐστί” καταληπτική. καὶ οὕτω συνεξέρχεται τῇ ψευδεῖ καὶ ἀκαταλήπτῳ φαντασίᾳ διὰ τὴν ἀπαραλλαξίαν ἡ καταληπτική. Οὐδὲ γάρ ἔνεστι λέγειν μὴ πᾶσαν ἀκατάληπτον φαντασίαν ἴσην πάσῃ ἀκαταλήπτῳ τυγχάνειν φαντασίᾳ, ἀλλὰ τὴν μὲν μᾶλλον εἶναι ἀκατάληπτον τὴν δὲ ἧσσον, ἐπεὶ πρῶτον μὲν μαχέσονται ἑαυτοῖς καὶ τῇ φύσει τῶν πραγμάτων οἱ Στωικοί. ὥσπερ γὰρ ἄνθρωπος ἀνθρώπου, καθὸ ἄνθρωπός ἐστιν, οὐ διαφέρει, οὐδὲ λίθος λίθου, οὕτως οὔτε ἀκατάληπτος φαντασία ἀκαταλήπτου φαντασίας διενήνοχεν, ᾗ ἀκατάληπτός ἐστιν, οὔτε ψευδὴς ψευδοῦς, ᾑ ψευδής ἐστιν. κἀντεῦθεν ὁρμώμενοι οἱ περὶ τὸν Ζήνωνα (fr. 224 Arn.) ἐδίδασκον ὅτι ἴσα ἐστὶ τὰ ἁμαρτήματα.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
