# Adversus mathematicos 432-3-434

Sextus Empiricus, Adversus mathematicos, 432 to 434. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/432-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/432-3
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:432-3-434

καὶ εἰ μὲν τὰ πέρατα τῶν περάτων ἅπτεται, τὰ πεπερατωμένα οὐχ ἅψεται ἀλλήλων, τουτέστι τὰ σώματα· ὅπερ ἦν ἄτοπον. εἰ δὲ τὰ πεπερατωμένα τῶν ’π’ πεπερατωμένων ἅπτεται, τουτέστι σώματα σωμάτων, δεήσει ταῦτα τῶν οἰκείων περάτων ἐκτὸς γίνεσθαι· ὃ πάλιν ἄτοπον. εἰ δὲ καὶ τὰ πέρατα τῶν περάτων ἅπτεται ταὶ τὰ πεπερατωμένα τῶν πεπερατωμένων, συνδραμοῦνται αἱ ἀπορίαι· ἡ μὲν γὰρ τὰ πέρατα ἀλλήλων ἅπτεται, τὰ πεπερατωμένα ἀλλήλων οὐχ ἅψεται, ἡ δὲ ταῦτα ἀλλήλων θιγγάνει, ἐκτὸς ἔσται τῶν οἰκείων περάτων. καὶ μὴν εἴπερ πέρας ἐστὶν ἡ ἐπιφάνεια, πεπερατωμένον δὲ τὸ σῶμα, ἤτοι σῶμά ἐστιν ἡ ἐπιφάνεια ἢ ἀσώματον. καὶ εἰ μὲν σῶμά ἐστι, ψεῦδος τὸ ἀβαθῆ εἶναι τὴν ἐπιφάνειαν· πᾶν γὰρ σῶμα βάθους μετεῖχεν. εἶτα οὐδὲ ἅψεταί τινος τὸ πέρας, ἀλλὰ πᾶν σῶμα γενήσεται ἀπειρομέγεθες·

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
