# Adversus mathematicos 48-3-54

Sextus Empiricus, Adversus mathematicos, 48 to 54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/48-3

λείπεται οὖν ἐν τοῖς παρʼ ἡμᾶς γιγνομένοις αὐτοὺς ποιεῖσθαι τὰς προρρήσεις. ὅ πάλιν ἀμήχανον τὸ γὰρ ἐπʼ ἐμοὶ κείμενον ἐκβῆναι ἢ μή, καὶ τὸ μὴ ἔχον ἀρχῆθεν προκαταβεβλημένην αἰτίαν, οὐκ ἂν δύναιτό τις προλέγειν. οὐκ ἄρα δυνατῆς ἐφίενται προρ- ρήσεως οἱ Χαλδαῖοι. Οἱ μὲν οὖν πλείους διὰ τοιούτων τινῶν ἀκροβολισμῶν πειρῶνται τὴν Χαλδαϊκὴν μέθοδον ἀναιρεῖν· ἡμεῖς δέ κατὰ τὸν ὅμοιον τῆς ἐπιχειρήσεως τρόπον τὰς ἀρχὰς καὶ ὥσπερ στοιχεῖα ταύτης κινήσαντες ἕξομεν 〈σὺν〉 αὐταῖς καὶ τὴν τῶν λοιπῶν θεωρημάτων σύστασιν ἠθετημένην. Ἀρχὴ τοίνυν καὶ ὥσπερ θεμέλιος τῆς Χαλδαϊκῆς ἐστι τὸ στῆναι τὸν ὡροσκόπον ἀπὸ τούτου γὰρ τὰ λοιπὰ τῶν κέντρων λαμβάνεται, τά τε ἀποκλίματα καὶ αἱ ἐπαναφο- ραὶ τά τε τρίγωνα καὶ τὰ τετράγωνα καὶ οἱ κατʼ αὐτὰ σχηματισμοὶ τῶν ἀστέρων, ἀπὸ δὲ πάντων τούτων αἱ προαγορεύσεις. ὅθεν ἀναιρεθέντος τοῦ ὡροσκόπου κατ᾿ ἀνάγκην οὐδὲ τὸ μεσουρανοῦν ἐστιν ἢ δῦνον ἢ ἀντιμεσου- ρανοῦν γνώριμον· τούτων δὲ ἀκαταληπτουμένων συνα- φανίζεται πᾶσα ἡ Χαλδαϊκὴ μέθοδος. ὅτι δὲ ἀνεύρετον αὐτοῖς ἐστι τὸ ὡροσκοποῦν ζῴδιον, ποικίλως ἔνεστι δι- δάσκειν. ἵνα γὰρ τοῦτο καταληφθῇ, δεῖ πρῶτον μὲν τὴν γένεσιν τοῦ πίπτοντος ὑπὸ τὴν ἐπίσκεψιν βεβαίως κατει- λῆφθαι, δεύτερον δὲ τὸ διασημαῖνον ταύτην ὡροσκόπιον ἀπλανὲς ὑπάρχειν, τρίτον δὲ τὴν ἀναφορὰν τοῦ ζωδίου πρὸς ἀκρίβειαν συνῶφθαι. ἐπὶ μὲν γὰρ τῆς ἀποτέξεως ἡ ἀναφορὰ τοῦ κατ᾿ οὐρανὸν ἀνίσχοντος ζωδίου τετήρηται, καθάπερ διακόνῳ πρὸς τὴν τήρησιν τοῦ ὡροσκόπου χρη- σαμένων τῶν Χαλδαίων ἐπὶ δὲ τῇ ἀναφορᾷ ὁ συσχη- ματισμὸς τῶν ἄλλων ἀστέρων, ὅπερ διάθεμα καλοῦσι, καὶ ἐπὶ τῷ διαθέματι αἱ προαγορεύσεις. οὔτε δὲ τὴν γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πιπτόντων λαμβάνειν δυνατόν ἐστιν, ὡς παραστήσομεν, οὔτε τὸ ὡροσκόπιον ἀπλανὲς καθέστηκεν, οὔτε τὸ ἀνίσχον ζώδιον πρὸς ἀκρίβειαν καταλαμβάνεται. τοίνυν ἀσύστατός ἐστιν ἡ τῶν Χαλδαίων μέθοδος.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
