# Adversus mathematicos 48-5-51

Sextus Empiricus, Adversus mathematicos, 48 to 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/48-5

Ναί, ἀλλ’ οὐ καθὸ φαίνεται ἡ ἀλήθεια, κατ’ ἄλλην δὲ αἰτίαν λαμβάνεται. τίς οὖν ἐστὶν αὕτη ἡ αἰτία; θέτωσαν εἰς τὸ μέσον οἱ δογματικοί, ἴνα ἢ εἰς συγκατάθεσιν ἡμᾶς ἐπισπάσηται ἢ εἰς φυγὴν ἀποτρέψηται. εἶτα ταύτην αὐτὴν τὴν αἰτίαν πῶς λαμβάνουσιν; ὡς φαινομένην αὐτοῖς ἢ ὧς μὴ φαινομένην; εἰ μὲν ὧς φαινομένην, ψεύδονται λέγοντες τὴν ἀλήθειαν μὴ ὑπάρχειν καθὸ φαίνεται· εἰ δ’ ὧς μὴ φαινομένην, πῶς τὸ μὴ φαινόμενον αὐτοῖς εἰλήφασιν; ἐξ αὐτοῦ ἢ δι’ ἄλλου; καὶ ἐξ αὐτοῦ μὲν ἀδύνατον· οὐδὲν γὰρ μὴ φαινόμενον ἐξ αὐτοῦ ληπτόν ἐστιν· εἰ δὲ δι’ ἄλλου, ἐκεῖνο πάλιν πότερον φαινόμενόν ἐστιν ἢ μὴ φαινόμενον; καὶ οὕτως εἰς ἄπειρον οἰχομένης τῆς ζητήσεως ἀνεύρετον γίνεται τὸ ἀληθές. Τί οὖν; τὸ πεῖθον ἡμᾶς, τὸ πιθανὸν ῥητέον ἀληθές, ὁποίαν ποτὲ ἂν ἔχῃ οὐσίαν, εἴτε αἰσθητὴν εἴτε νοητὴν εἴτε τὸ συναμφότερον, αἰσθητὴν ἅμα καὶ νοητήν;

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
