# Adversus mathematicos 50-3-53

Sextus Empiricus, Adversus mathematicos, 50 to 53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/50-3

μηδέ ἔχοντές τι κοινὸν αὐ- τῶν οὐδὲ κατὰ ἀναλογίαν ποιήσασθαι τὴν τοῦ ἀπλατοῦς μήκους νόησιν ἰσχύσομεν. ὅθεν εἰ ἕκαστον τῶν | νοουμέ- νων κατὰ τοὺς ἐκκειμένους νοεῖται τρόπους, δεδίδακται δὲ κατὰ μηδένʼ αὐτῶν νοούμενον τὸ ἀπλατές μῆκος, ἀν- επτινόητόν ἐστι τὸ ἀπλατές μῆκος. Ὅμως δʼ οὖν καὶ πρὸς τοὺς οὕτως ἐναργεῖς ἐλέγχους πειρῶνται κατὰ τὸ δυνατὸν ἀνδριζόμενοι λέγειν οἱ γεω- μέτραι ὅτι κατ’ ἐπίτασιν νοεῖται τὸ ἀπλατές μῆκος. λα- βόντες γοῦν ὁποιονδήποτε μῆκος σὺν ποσῷ πλάτει, φασὶν ὅτι μειοῦμεν κατʼ ἐπίτασιν τουτὶ τὸ πλάτος ἀεὶ καὶ μᾶλ- λον τὴν στενότητα ἐπιτείνοντες, εἶθʼ οὕτως τὸ κατ᾿ ἐπί- τασιν νοούμενον ἀπλατὲς εἶνοι μῆκος λέγομεν· εἰ γὰρ κατ᾿ ὀλίγον ἐλαττοῦται στενούμενον τὸ πλάτος κατ᾿ ἐπί- τασιν, ἐλεύσεταί ποτε καὶ εἰς ἀπλατὲς μῆκος, καταληξά- σης εἰς τοῦτο τῆς νοήσεως. ἀλλὰ μὴν ἐδείξαμεν, ἐρεῖ τις, ὅτι ἡ παντελὴς στέρησις τοῦ πλάτους ἀναίρεσίς ἐστι καὶ τοῦ μήκους. εἶτα τὸ κατ᾿ ἐπίτασίν τινος νοούμενον οὐχ ἕτερόν ἐστι τοῦ προεπινοηθέντος, ἀλλʼ αὐτὸ ἐκεῖνο ἐπι- τεταμένον.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
