# Adversus mathematicos 50-6-55

Sextus Empiricus, Adversus mathematicos, 50 to 55. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/50-6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/50-6
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:50-6-55

Ἡρόφιλος δὲ ἐν τῷ δ’ διαιτητικῷ καὶ σοφίαν φησὶν ἀνεπίδεικτον καὶ τέχνην ἄδηλον καὶ ἰσχὺν ἀναγώνιστον καὶ πλοῦτον ἀχρεῖον καὶ λόγον ἀδύνατον ὑγείας ἀπούσης. ἀλλ’ οὗτοι μὲν οὕτως· ἀγαθὸν δ’ εἶπαν αὐτὴν ὑπάρχειν, οὐ μὴν καὶ πρῶτον, οἱ τε ἀπὸ τῆς ᾿Ακαδημίας καὶ οἱ ἀπὸ τοῦ Περιπάτου. δεῖν γὰρ ὑπέλαβον ἑκάστῳ τῶν ἀγαθῶν τὴν οἰκείαν τάξιν τε καὶ ἀξίαν ἀπονέμειν. ἔνθεν καὶ ὁ Κράντωρ (fr. 13 Kayser) εἰς ἔμφασιν τοῦ λεγομένου βουλόμενος ἡμᾶς ἄγειν πάνυ χαρίεντι συνεχρήσατο παραδείγματι. εἰ γὰρ νοήσαιμεν, φησί, καινόν τι τῶν Πανελλήνων θέατρον, εἰς τοῦτό τε ἕκαστον τῶν ἀγαθῶν παριὸν καὶ τῶν πρωτείων ἀντιποιούμενον ποιούμενον ἥκειν, εὐθὺς καὶ εἰς ἔννοιαν ἀναχθησόμεθα τῆς ἐν τοῖς ἀγαθοῖς διαφορᾶς. πρῶτον μὲν γὰρ ὁ πλοῦτος παραπηδήσας ἐρεῖ· ‘‘ἐγώ, ἄνδρες Πανέλληνες, κόσμον παρέχων πᾶσιν πᾶσιν ἀνθρώποις καὶ τἀς ἐσθῆτας καὶ τὰς ὑποδέσεις καὶ τὴν ἄλλην ἀπόλαυσιν χρειώδης εἰμὶ νοσοῦσι καὶ ὑγιαίνουσι, καὶ ἐν μὲν εἰρήνῃ παρέχω τὰ τερπνά, ἐν δὲ πολέμοις νεῦρα τῶν πράξεων γίνομαι.” τούτων γὰρ δὴ τῶν λόγων ἀκούσαντες οἱΠανέλληνες ὁμοθυμαδὸν κελεύσουσιν ἀποδοῦναι τὰ πρωτεῖα τῷ πλούτῳ. ἀλλ’ ἐὰν τούτου ἤδη ἀνακηρυττομένου ἐπιστᾶσα ἡ ἡδονή (Ξ τῇ ἔνι μὲν φιλότης, ἔνι δ’ ἵμερος, ἐν δ’ ὀαριστύς, πάρφασις, ἥ τ’ ἔκλεψε νόον πύκα περ φρονεόντων, λέγῃ δὲ εἰς μέσον καταστᾶσα, ὅτι αὐτὴν δίκαιόν ἐστιν ἀναγορεύειν (Eurip. Phoen. 558 + Electra 944) (ὁ δ’ ὄλβος οὐ βέβαιος, ἀλλ’ ἐφήμερος ἐξέπτατ’ οἴκων, μικρὸν ἀνθήσας χρόνον, διώκεταί τε πρὸς τῶν ἀνθρώπων οὐ δι’ ἑαυτόν, ἀλλὰ τὴν ἐξ αὐτοῦ περιγινομένην ἀπόλαυσιν καὶ ἡδονήν), πάντως οἱ Πανέλληνες, οὐκ ἄλλως ἔχειν τὸ πρᾶγμα ἢ οὕτως ὑπολαβόντες, κεκράξονται δεῖν τὴν ἡδονὴν στεφανοῦν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
