# Adversus mathematicos 55-3-57

Sextus Empiricus, Adversus mathematicos, 55 to 57. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/55-3

λέγωμεν δὴ περὶ τοῦ πρώτου πρῶτον. Τὴν δὴ γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πεσουμένων ἀρχαϊκώτερον ἤτοι ἀπὸ τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως λαμβάνουσιν ἢ ἀπὸ τὴς ἐκτέξεως. ἀλλʼ ἀπὸ μὲν τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως οὐκ ἄν εἴποιεν· ἀκατάληπτος γάρ ἐστιν ὁ ἀκριβὴς ταύτης χρόνος. καὶ εἰκότως οὐ γὰρ ἔχομεν λέγειν εἴτε ἅμα τῇ θέσει τοῦ σπέρματος γέγονεν ἡ σύλληψις εἴτε καὶ μή. δύναται μὲν γὰρ καὶ ἅμα νοήματι τοῦτο συμβαίνειν, ὧσπερ καὶ τὸ προσαχθὲν τοῖς διαπύροις τῶν κλιβάνων στέαρ (τοῦτο γὰρ εὐθὺς κολλᾶται), δύναται δὲ καὶ μετὰ χρόνον, ἐπείπερ καὶ τὰ εἰς τὴν γῆν καταβαλλόμενα τῶν σπερμά- των οὐκ εὐθὺς ῥιζοβολοῦντα συμπλέκεται ταῖς ὑποκειμέ- ναις βώλοις. καὶ διαστήματος δὲ ὄντος ἀπὸ τοῦ στόματος τῆς μήτρας μέχρι τοῦ πυθμένος, ἔνθα καὶ τὰς συλλήψεις λέγουσι γίνεσθαι ἰατρῶν παῖδες, πάντως ἐν χρόνῳ τινὶ τὸ διάστημα |τοῦτο ἀνύειν πέφυκεν ἡ καταβαλλομένη τοῦ σπέρματος φύσις.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
