# Adversus mathematicos 56-5-59

Sextus Empiricus, Adversus mathematicos, 56 to 59. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/56-5

λείπεται ἄρα λέγειν τὸν τεχνίτην· ὃ πάλιν ἐστὶν ἀπίθανον. ἤτοι γὰρ ὁ ὁμόζηλος τὸν ὁμόζηλον ἢ ὁ ἀνομόζηλος τὸν ἑτερόξηλον κρίνει. ἀλλ’ ὁ ἑτερόζηλος οὐχ οἶός τέ ἐστι κρίνειν τὸν ἑτερόζηλον· τῆς γὰρ ἰδίας τέχνης ἑ ’στὶν ἐπιγνώμων, πρὸς δὲ τὴν ἀλλοτρίαν ἰδιώτης καθέστηκεν. καὶ μὴν οὐδὲ <ὁ> ὁμόζηλος τὸν ὁμόζηλον δοκιμάζειν· αὐτὸ γὰρ τοῦτο ἐζητοῦμεν, τίς ἐστιν ὁ τούτους κρίνων ἐν μιᾷ δυνάμει τὸ ὅσον ἐπὶ τῇ αὐτῇ τέχνῃ καθεστῶτας. ἄλλως τε, εἴπερ οὗτος ἐκεῖνον κρίνει, γενήσεται τὸ αὐτὸ κρῖνόν τε καὶ κρινόμενον πιστόν τε καὶ ἄπιστον· ᾗ μὲν γὰρ ὁμόζηλός ἐστιν ὁ ἕτερος τῷ κρινομένῳ, κρινόμενος καὶ αὐτὸς ἄπιστος ἔσται, ᾐ δὲ κρίνει, πιστὸς γενήσεται. οὐ δυνατὸν δὲ τὸ αὐτὸ καὶ κρῖνον καὶ κρινόμενον καὶ πιστὸν καὶ ἄπιστον ὑπάρχειν· οὐκ ἄρα ἔστι τις ὁ κρίνων τεχνικῶς. διὰ δὲ τοῦτο οὐδὲ κριτήριον· τῶν γὰρ κριτηρίων τὰ μέν ἐστι τεχνικὰ τὰ δὲ ἰδιωτικά, οὔτε δὲ τὰ ἰδιωτικὰ κρίνει, ὥσπερ οὐδὲ ὁ ἰδιώτης, οὔτε τὰ τεχνικά, ὥσπερ οὐδὲ ὁ τεχνίτης, διὰ τὰς ἔμπροσθεν εἰρημένας ρημένας αἰτίας. τοίνυν οὐδέν ἐστι κριτήριον.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
