# Adversus mathematicos 58-6-62

Sextus Empiricus, Adversus mathematicos, 58 to 62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/58-6

καὶ καθόλου οὐδὲν ἔστιν εὑρεῖν κατ’ ἐπίνοιαν ὃ μὴ ἔχει τις αὐτῷ κατὰ περίπτωσιν ἐγνωσμένον. τοῦτο γὰρ ἢ κατὰ ὁμοιότητα τῶν ἐν περιπτώσει πεφηνότων ληφθήσεται ἢ κατὰ παραύξησιν ἢ κατὰ μείωσιν ἢ κατ’ ἐπισύνθεσιν. καθ’ ὁμοιότητα μὲν οὖν, οἷον ὅταν ἀπὸ τῆς θεωρηθείσης Σωκράτους εἰκόνος τὸν μὴ ἑωραμένον Σωκράτην ἐπινοῶμεν, κατὰ παραύξησιν δέ, ὅταν ἀπὸ τοῦ κοινοῦ ἀνθρώπου κινούμενοι νοῶμεν, οἷον ὃς οὐκ ἐῴκει (ι 191) ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι ὑψηλῶν ὀρέων, κατὰ μείωσιν δέ, ἐπειδάν συνελόντες πάλιν τὸ μέγεθος τοῦ κοινοῦ ἀνθρώπου νόησιν λαμβάνωμεν πυγμαίου, κατ’ ἐπισύνθεσιν δέ, ὅταν ἀπὸ ἀνθρώπου καὶ ἵππου τὸν μηδέποτε ὑποπεπτωκότα ἡμῖν Ἱπποκένταυρον νοῶμεν. πάσης οὖν ἐπινοίας προηγεῖσθαι δεῖ τὴν διὰ τῆς αἰσθήσεως περίπτωσιν, καὶ διὰ τοῦτ’ ἀναιρουμένων τῶν αἰσθητῶν ἐξ ἀνάγκης συναναιρεῖται πᾶσα νόησις. ὅ τε λέγων πάντ’ εἶναι τὰ φαινόμενα ψευδῆ καὶ ἐτεῇ μόνα ὑπάρχειν τὰ νοητά, ἔστι ἔστι κατ’ ἀλήθειαν, ἤτοι φάσει μόνον χρώμενος τοῦτ’ ἐρεῖ ἢ καὶ ἀποδεικνύς. ἀλλὰ φάσει μὲν λέγων φάσει ἐπισχεθήσεται, ἀπόδειξιν δὲ παραλαμβάνειν πειρώμενος περιτραπήσεται. ἢ γὰρ φαινομένῳ τινὶ διδάξει τὸ ἐτεῇ μόνα εἶναι τὰ νοητὰ ἢ ἀδήλῳ. οὔτε δὲ φαινομένῳ τοῦτο διδάξει, οὐ γὰρ ὑπάρχει, οὔτε ἀδήλῳ, ἐκ φαινομένου γὰρ ὀφείλει προπεπιστῶσθαι τὸ ἄδηλον. οὐ τοίνυν ὑγιής ἐστιν ἡ στάσις τῶν περὶ Δημόκριτόν τε καὶ Πλάτωνα.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
