# Adversus mathematicos 59-6-63

Sextus Empiricus, Adversus mathematicos, 59 to 63. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/59-6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sextus-empiricus/adversus-mathematicos/59-6
CTS URN: urn:cts:greekLit:tlg0544.tlg002:59-6-63

ὁ δ’ αὐτὸς λόγος, κἂν συνθῶμέν θῶμέν τινα εὐθεῖαν γραμμὴν ἐξ ἀμερῶν σωμάτων στοιχηδὸν τεταγμένων, καὶ ταύτην νοήσωμεν στρεφομένην ἐν τῷ αὐτῷ τόπῳ, ὥσπερ τοὺς ἄξονας· πάλιν γὰρ ἔσται μὲν μεταβατικὴ κίνησις, οὔτε δὲ ἡ ὅλη εὐθεῖα ἐκβήσεται τοῦ ἐν ᾧ ἔστι τόπου (κυκλοφορητικὴν γὰρ μόνον ἐποιεῖτο τὴν κίνησιν), οὔτε κατὰ μέρη (τῶν γὰρ ἀμερῶν σωμάτων οὐκ ἔστι μέρη). Ἀλλὰ ταύτας μὲν τὰς ἐνστάσεις διακρούονται οἱ μὴ συναρεσκόμενοι τῷ [μὴ] εἶναί τινα ἀμερῆ, φήσουσί τε μέχρις ἐπινοίας προκόπτειν τὴν τοιαύτην κίνησιν, δεῖν δὲ αὐτὴν ἐπὶ ὑποστατῶν ἐξετάζεσθαι σωμάτων. ὥσθ’ οὗτοι μὲν οὕτως ὑπαντήσονται· οἱ δ’ ἀξιοῦντες ἀμερῆ εἶναι σώματα καὶ τὴν κατάληξιν τῆς τῶν σωμάτων τομῆς εἰς ἐλάχιστον γίνεσθαι οὐδὲν ἰσχύσουσι λέγειν πρὸς τὰς τοιουτοτρόπος ἀπορίας. οὐ μὴν ἀλλὰ καὶ ἐὰν μεταστῶμεν τούτων, εὑρεθήσεται ἰσοσθενὴς ὅ τε κατασκευάζων τὸ μὴ εἶναι κίνησιν λόγος καὶ ὁ δεικνὺς ταύτην ὑπάρχειν. τῷ μὲν γὰρ εἶναι κίνησιν συναγορεύει ἡ ἐνάργεια, περὶ δὲ ταύτης ἐστὶ ζήτησις, παρόσον οἱ μὲν αἰσθήσει λαμβάνεσθαί φασι τὴν κίνησιν, οἱ δὲ αἰσθήσει μὲν οὐδαμῶς, δι’ αἰσθήσεως δὲ τῇ διανοίᾳ. καὶ οἱ μὲν αἰσθητὸν εἶναι λέγοντες πρᾶγμα τὴν κίνησιν πιστοῦνται τὸ τοιοῦτο ἐκ τοῦ μὴ τὸ αὐτὸ ἐγγίνεσθαι πάθος τῇ αἰσθήσει, οἷον τῇ ὄφει, ἀπό τε τοῦ κινουμένου σώματος, ὅτε κινεῖται, καὶ ἀπὸ ἀπὸ τοῦ ἠρεμοῦντος, ὅτε ἠρεμεῖ, ἀλλὰ διάφορον μὲν ἀπὸ τοῦ ἀκινητίζοντος, ἀλλοῖον δὲ ἀπὸ τοῦ κινουμένου, ὥστε κατὰ τοῦτο αἰσθήσει ληπτὴν εἶναι τὴν κίνησιν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
