# Adversus mathematicos 72-4-74

Sextus Empiricus, Adversus mathematicos, 72 to 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/72-4

ὅρα δὲ μή ποτε καὶ νύκτωρ οὐκ ἰσχύουσιν ἀπλα- νεῖς διὰ παντὸς ποιεῖθαι τὰς τῶν οὐρανίων παρατηρήσεις· πολλάκις γὰρ συννεφεῖς εἰσιν αἱ νύκτες καὶ ἀχλυώδεις, ἀγαπητὸν δὲ ἦν πάσης ἀναιρουμένης τοιαύτης προφάσεως τὸ βέβαιον εὑρεῖν ἐν τῷ μαθήματι, μή τοί γε καὶ κωλύ- ματός τινος ὄντος πρὸς τὴν ἀκριβῆ τῶν οὐρανίων κατά- ληψιν. Ἀθετήσαντες δὴ καὶ τὸ κατὰ τοὺς Χαλδαίους ὡροσκό- πιον, συντόμως τε παραστήσαντες τὸν κατὰ τὴν γένεσιν χρόνον ἄληπτον αὐτοῖς εἶναι, ἐπὶ τὸ λειπόμενον τῆς ὑπο- σχέσεως (§ 52—54) μέρος χωρῶμεν. ἐλείπετο δὲ καὶ πεῥὶ τῆς ἀναφορᾶς τῆς ἐν τῷ ζῳδιακῷ κύκλῳ διελθεῖν, ἀπο- στάντας τῶν ἔμπροσθεν ἐκκειμένων ἡμῖν ἐλέγχων. φαμὲν τοίνυν ὅτι δυσδιόριστοί εἰσιν ἀπʼ ἀλλήλων, μᾶλλον δὲ ἀδυ- νάτως ἔχουσι κατὰ τὸ ἀκριβὲς ὁριcθῆναι αἱ τῶν ζῳδίων μοῖραι, ἀλλʼ εἰκός ἐστιν ἤδη ἀνεσχηκὸς ζῴδιον δοκεῖν μήπω ἀνατεταλκέναι, καὶ ἀνάπαλιν μήπω ἀνατεταλκὸς δοκεῖν ἤδη ἀνεσχηκέναι.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
