# Adversus mathematicos 76-4-79

Sextus Empiricus, Adversus mathematicos, 76 to 79. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/76-4

τὴν δὲ τοῦ ἀέρος κρᾶσιν πιθανὸν ἀχλυώ- δους μὲν καὶ παχυτέρου ὄντος ἀντιπίπτειν τῇ ἐκρύσει, τρόπον τινὰ ἐμφράττουσαν αὐτήν, διαυγοῦς δὲ καὶ λεπτο- μεροῦς καθεστῶτος συνεργεῖν μᾶλλον. καὶ αὐτὸς δὲ ὁ ἀμφορεὺς οὐχ ὡσαύτως ῥυήσεται πλήρης καθεστώς, ὡσαύ- τως δὲ ἡμίκενος ἢ πρὸς τῷ κενοῦσθαι τυγχάνων, ἀλλʼ ὁτὲ μὲν ὀξύτερον ὁτὲ δὲ |βραδύτερον ὁτὲ δὲ μέσως, τῆς οὐρανίου φορᾶς ἰσοταχῶς διὰ παντὸς ἐλαυνομένης. τὸ δὲ πάντων κυριώτατον, ἕκαστον τῶν ζῳδίων οὐ συνεχές ἐστι σῶμα, οὐδʼ ὥσπερ ἡρμολογημένον τῷ πρὸ ἑαυτοῦ καὶ τῷ μεθʼ αὑτὸ συνῆπται μηδεμιᾶς μεταξὺ πιπτούσης διαστάσεως, ἀλλʼ ἐκ διεσπαρμένων ἀστέρων συνέστηκε καὶ μεταξύτητάς τινας ἐχόντων καὶ διαλείμματα, τοῦτο μὲν κατὰ τὴν μεσότητα τοῦτο δὲ πρὸς τοῖς πέρασιν. ὅθεν πάντως, ἀριθμητοῖς μορίοις τῶν ἐν τῷ κύκλῳ ζῳδίων περιγραφομένων, πλάνην ἀναγκαῖόν ἐστι γίγνεσθαι τοῖς ἀπὸ τῆς γῆς παρατηροῦσι, λανθάνοντος αὐτοὺς τοῦ προσ- πίπτοντος διαλείμματος, εἴτε τοῦ προηγουμένου ζῳδίου πέρας ἐστὶν εἴτε τοῦ ἐπανιόντος ἀρχή.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
