# Adversus mathematicos 77-2-79

Sextus Empiricus, Adversus mathematicos, 77 to 79. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/77-2

τῷ δὲ τοῦ ἰδιώτου ὡς ἀσθενεῖ πᾶς τις συναγωνί- ζεται, καὶ τῷ ἧττον δικοίῳ προσδοξάζει τὸ μᾶλλον δί- καιον διὰ τὸ ὑπὸ ἀφελοῦς καὶ ἰδιώτου κατασκευάζεσθαι. παρʼ ἣν αἰτίαν Ἀθηναίοις τὸ παλαιὸν οὐκ ἐπετέτραπτο συνήγορον παρίστασθαι τοῖς κρινομένοις ἐπὶ τῆς. ἐν Ἀρείῳ πάγῳ βουλῆς, ἀλλʼ ἕκαστος ὡς εἶχε δυνάμεως, ἀδιαστρόφως καὶ ἀπανούργως ὑπὲρ ἑαυτοῦ τοὺς λόγους ἐποιεῖτο. καὶ μὴν εἴπερ ἐπίστευον αὑτοῖς οἱ ῥήτορες ὅτι πειστικὴν ἔχουσι δύναμιν, ἐχρῆν αὐτὺς μήτε ἔλεον μήτε οἴκτους μήτε ὀργὰς ἢ ἄλλα τινὰ τοιαῦτα κινεῖν, ἅπερ πείθει μὲν οὐδαμῶς, παραλογίζεται δὲ τὴν τῶν δικαστῶν γνώμην καὶ ἀντισκοτεῖ τῷ δικαίῳ. Ἀλλʼ ὅτι μὲν οὐκ ἐνδέχεται τὸ πείθειν τέλος εἶναι ῥη- τορικῆς, δέδεικται· τινὲς δὲ τοῦτο μιὲν οὐ λέγουσιν αὐτῆς τέλος, τὸ δέ τοὺς ἐνδεχομένους εὑρεῖν λόγους· οἱ δὲ τὸ δόξαν ἐμποιεῖν τοῖς δικασταῖς περὶ τῶν· πραγμάτων | οἵαν οἱ λέγοντες θέλουσιν, ἄλλοι δὲ τὸ συμφέρον, τινές δὲ τὸ νικᾶν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
