# Adversus mathematicos 78-80

Sextus Empiricus, Adversus mathematicos, 78 to 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/78

νοητῶν μὲν ὡς ὅτι πίσυρες τέσσαρες καὶ ‘βῆοσαιʼ καὶ ἄγκεαʼοἱ βάσιμοι τόποι, λεκτῶν δὲ τῶν περὶ τὰς διαλέκτους, οἷον ὅτι τοῦτο μέν εἴρηται Δωρικῶς τοῦτο δʼ Αἰολικῶς, καὶ οὐχ ᾖπερ οἱ στωι- κοὶ τὸ σημαινόμενον, ἀλλʼ ἀνάπαλιν τὸ σημαῖνον· τὸ γὰρ νοητὸν ἐπὶ τοῦ σημαινομένου [μόνου ] παρείληπται. ἔοικε δέ καὶ Κρατήτειόν (F 7 Mette) τινα κινεῖν λόγον. καὶ γὰρ ἐκεῖνος ἔλεγε διαφέρειν τὸν κριτικὸν τοῦ γραμματι- κοῦ, καὶ τὸν μὲν κριτικὸν πάσης, φησί, δεῖ λογικῆς ἐπι- στήμης ἔμπειρον εἶναι, | τὸν δέ γραμματικὸν ἁπλῶς γλωσ- σῶν ἐξηγητικὸν καὶ προσῳδίας ἀποδοτικὸν καὶ τῶν τού- τοις παραπλησίων εἰδ ήμονα· παρὸ καὶ ἐοικέναι ἐκεῖνον μὲν ἀρχιτέκτονι τὸν δὲ γραμματικὸν ὑπηρέτῃ. Ἀλλὰ τὰ μέν τῆς ἀποδόσεως τοιαῦτα, πῇ μὲν μετριώ- τερα τῶν Διονυσίου ἀτοπημάτων πῇ δέ χείρονα. ὅτι μὲν γὰρ τῆς σωρικῆς ἀπορίας ἐξέλυσε τὴν γραμματικὴν καὶ τῶν ἀλλοτρίων κεχώρικε θεωρημάτων, μουσικῆς τε καὶ μαθηματικῆς, ὡς μὴ προσηκόντων, αὐτόθεν συμφανές· τοῦ δέ μὴ ἀνυπόστατον ὑπάρχειν οὐδαμῶς αὐτὴν ἐρρύ- σατο, ἀλλὰ καὶ εἰς τὸ εἶναι τοιαύτην μᾶλλον συνηγωνί- σατο.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
