# Adversus mathematicos 82-3-84

Sextus Empiricus, Adversus mathematicos, 82 to 84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/82-3

προσθετέον δὲ τούτοις ὡς ἐναργέστατον τῆς Χαλδαϊκῆς ἔλεγχον καὶ τὴν περὶ τῷ ὁρίζοντι τοῦ ἀέρος διαφοράν· εἰκὸς γὰρ παχυμεροῦς αὐτοῦ καθεστῶτος κατὰ ἀνάκλασιν τῆς ἄψεως τὸ ὑπὸ γῆν ἔτι καθεστὼς ζῴδιον δοκεῖν ἤδη ὑπέρ γῆν τυγχάνειν, ὁποῖόν τι καὶ ἐπὶ τῆς ἐφʼ ὕδατος ἀντανακλωμένης ἡλια- κῆς ἀκτῖνος γίνεται· μὴ βλέποντες γὰρ τὸν ἥλιον αὐτὸν 〈ταύτην〉 πολλάκις ὡς ἥλιον δοξάζομεν. τὸ δὲ πάντων συνεκτικώτατον, εἰ μὲν πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην τὰ οὐράνια παρατηροῦσιν ἕκαστον τοῦ ζῳδιακοῦ δωδεκα- τημόριον ἰσοχρόνως ἐφαίνετο καὶ κατὰ τὴν αὐτὴν εὐ- θεῖαν ἐθεωρεῖτο, τάχʼ ἴσως ἂν ἐδύναντο Χαλδαίων παῖ- δες παγίως λαβεῖν τὸ περὶ τὸν ὁρίζοντα ἀνίσχον ζῴδιον. νυνὶ δὲ ἐπεὶ οὐ παρὰ πᾶσιν ἰσοχρόνως ἀναφαίνεται ἀλλὰ τοῖς μὲν θᾶττον τοῖς δὲ βράδιον καὶ τισὶ μὲν πλάγιον τισὶ δὲ ὀρθόν, ἐπακολουθεῖ τὸ μὴ πᾶσι τὸ αὐτὸ δοκεῖν ὡροσκοπεῖν ζῴδιον, ἀλλὰ τὸ τούτοις ἤδη δοκοῦν ἀνατε- ταλκέναι, τοῦτʼ ἄλλοις ἀκμὴν ὑπόγειον ὑπάρχειν, καὶ τὸ ἑτέροις αινόμενον ἐν ἀποκλίματι τοῦ ὡροσκοποῦντος ζῳ- δίου, τοῦτο ἑτέροις θεωρεῖσθαι ὡροσκοποῦν.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
