# Adversus mathematicos 84-86

Sextus Empiricus, Adversus mathematicos, 84 to 86. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/84

Δημήτριος δέ ὁ ἐπικαλούμενος Χλωρὸς καὶ ἄλλοι τι- νὲς τῶν γραμματικῶν οὕτως ὡρίσαντο· ‘γραμματιτκή ἐστι τέχνη τῶν παρὰ ποιηταῖς τε καὶ τῶν κατὰ τὴν κοι- νὴν συνήθειαν λέξεων εἴδησιςʼ. μένουσι δέ καὶ τούτοις αἱ αὐταὶ ἀπορίαι· οὔτε γὰρ πάντων τῶν παρὰ ποιηταῖς λε- γομένων δύναται εἶναι τέχνη γραμματικὴ οὔτε τινῶν. καὶ πάντων μέν αὐτόθεν ἀδύνατον, εἴγε καὶ περὶ θεῶν καὶ περὶ ἀρετῆς καὶ ψυχῆς λέγεται παρὰ τοῖς ποιη ταῖς, ὧν ἀπείρως ἔχουσιν οἱ γραμματικοί· τινῶν δὲ διὰ τὸ μὴ εἰς τοὺς γραμματικοὺς τὸ τοιοῦτον πίπτειν μόνους ἀλλὰ καὶ ἄλλους τινάς, οἷον φιλοσόφυς καὶ μουσικοὺς καί ἰατρούς· σονεώρων γὰρ καὶ οἵδε τινὰ τῶν παρὰ ποιηταῖς. πάλιν τε ἐν τῷ λέγειν καὶ τῶν κατὰ τὴν κοινὴν συνήθειαν λέξεων εἴδησιν εἶναι τὴν γραμματικὴν εἰ μὲν τὸ καθολι- κὸν λαμβάνοιεν τὸ ‘εἴ τινές εἰσι κατὰ τὴν κοινὴν συνή- θειαν λέξεις, ἐκείνων ἐστὶν εἴδησις ἡ γραμματικήʼ, ἁμαρ- τάνουσιν ἄπειροι γὰρ αἱ κατὰ τὴν κοινὴν συνήθειαν λέ- ξεις, καὶ τῶν ἀπείρων οὐκ ἔστιν εἴδησις.

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
