# Adversus mathematicos 92-94

Sextus Empiricus, Adversus mathematicos, 92 to 94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sextus-empiricus/adversus-mathematicos/92

ὧν τεχνικὸν μέν ἐστιν ἐν ᾧ περὶ τῶν στοιχείων καὶ τῶν τοῦ λόγου μερῶν ὀρθογραφίας τε καὶ ἑλληνισμοῦ καὶ τῶν ἀκολούθων διατάττονται, ἱστορικὸν δέ ὅπου περὶ προσ- ώπων οἱονεὶ θείων τε καὶ ἀνθρωπίνων καὶ ἡρωικῶν διδά- σκουσιν, ἢ περὶ τόπων διηγοῦνται καθάπερ ὀρῶν ἢ πο- ταμῶν, περὶ πλασμάτων καὶ μύθων παραδιδόασιν ἢ εἴ τι τῆς αὐτῆς ἰδέας ἐστίν. ἰδιαίτερον δέ τὸ κατὰ τοὺς ποιητὰς καὶ συγγραφεῖς [ἐπισκοποῦσι| καθʼ ὃ τὰ ἀσαφῶς λεγόμενα ἐξηγοῦνται, τά τε ὑγιῆ καὶ τὰ μὴ τοιαῦτα κρί- νουσι, τά τε γνήσια ἀπὸ τῶν νόθων διορίζουσιν. ἀλλʼ ὡς μὲν τύπῳ καὶ ὁλοσχερέστερον περιλαβεῖν, ταῦτά ἐστι τὰ τῆς γραμματικῆς μέρη· νοητέον δὲ αὐτὰ οὐ κατ’ εἰλικρί- νειαν, οὐδʼ ὡς ἄν τις εἴποι· ‘μέρη τοῦ ἀνθρώπου ψυχὴ καὶ σῶμαʼ. ταυτὶ μὲν γὰρ ὡς ἕτερα ὄντα ἀλλήλω νοεῖται, τὸ δὲ | τεχνικὸν καὶ ἱστορικὸν καὶ τὸ περὶ τὰς ποιήσεις καὶ συγγραφὰς τῆς γραμματικῆς μέρη πολλὴν ἔχει συμπλο- κὴν καὶ ἀνάκρασιν πρὸς τὰ λοιπά·

---

Sextus Empiricus, Adversus mathematicos, ed. Hermann Mutschmann, Jürgen Mau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0544.tlg002.local001/.
